Ancient Greek · ~4 min
ΛΟΓΟΣ Bݲ, Chapter 25
Gelasius, Historia Ecclesiastica 25
Not analysed yet
Τούτων οὕτως ὑπὸ τοῦ ἁγίου πνεύματος διὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν ἐκείνῃ τῇ ἁγίᾳ συνόδῳ συνειλεγμένων ἐκφωνηθέντων, ἐμεγάλυνε τὸν θεὸν ἅπαν τὸ πλῆθος ἐκεῖνο τὸ εἰς τὴν ἀκρόασιν ἐκείνην συνελθόν. ἐπηκροᾶτο δὲ καὶ αὐτὸς ὁ θεοφιλέστατος βασιλεὺς συμπαρὼν καὶ αὐτὸς τὰ πλεῖστα τῇ συνόδῳ καὶ ὑπεραγασθεὶς ἐδόξαζε τὸν θεὸν τοιούτων ἐπακούσας θείων δογμάτων· χαίρων δῆτα ἐπὶ τῇ τῶν ἡμετέρων ἐπισκόπων συμφωνίᾳ, ἠγαλλιᾶτο τῷ πνεύματι· ἔσπευδε γὰρ μηδένα μὴ μέγαν μὴ μικρὸν διαφωνπῆσαι ταύτης τῆς σωτηρίου ὁμολογίας. μετὰ γοῦν τὴν πολλὴν ταύτην καὶ χρονίαν τῆς προσκυνητῆς σκέψεως ἐκπλήρωσιν ἔδοξε πᾶσιν ὁμοῦ τοῖς ἡμετέροις τὸ ὁμοούσιον δεῖν ὁρίσασθαι ἐπὶ τῆς ἐκκλησιαστικῆς πίστεως, ὃν τρόπον καὶ οἱ μετὰ τοὺς ἀποστόλους αγιοι ἡμῶν πατέρες ταύτην παρέδοσαν τὴν πίστιν, τοῦτ᾿ ἔστι τῆς αὐτῆς οὐσίας τῆς τοῦ πατρὸς ὁμολογεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. Ὅπου ὑπὸ τοῦ κοινοῦ τῆς συνόδου ἐκκηρύττεται ὁ ἀσεβὴς Ἄρειος καὶ οἱ σὺν αὐτῷ.