Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 26
Gelasius, Historia Ecclesiastica 26.1
Not analysed yet
Διὸ ἐκκηρύκτους αὐτοὺς καὶ αὖθις γενέσθαι σὺν Ἀρείῳ τῆς καθολικῆς ἐκκλησίας παμψηφὶ πάντες οἱ ἅγιοι ἡμῶν πατέρες ὡρίσαντο, ἀναθεματίσαντες αὐτούς τε καὶ τὴν ἀσεβῆ αὐτῶ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτῶν τὰ βλάσφημα, οἷς ἐκέχρηντο κατὰ τοῦ υἱοῦ τοῦ Μοῦ λέγοντες ἐξ οὐκ ὄντων αὐτὸν εἶναι καὶ ὅτι ἠν ποτε ὅτε οὐκ ἦν καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτικὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, κτίσμα λέγοντες αὐτὸν εἶναι καὶ ποίημα.