Ancient Greek · ~1 min
26.2 to 26.3
Gelasius, Historia Ecclesiastica 26.2-3
Not analysed yet
ἀνεθεμάτισεν θεμάτισεν ἅπαντα ταῦτα καὶ αὐτοὺς ἡ ἁγία σύνοδος οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης αὐτῶν καὶ ἀπονοίας καὶ τῶν βλασφήμων αὐτῶν ῥημάτων ἀνασχομένη. ἀλλὰ καὶ τὸ πιττάκιον δὲ αὐτῶν, ὅπερ γέμον τῆς ἀσεβείας αὐτῶν ἐπιδοῦναι ἐτόλμησαν, παραχρῆμα διέρρηξαν. καὶ τὰ μὲν κατ’ ἐκείνους τοιοῦτον εἴληφε παρὰ τῆς ἁγίας συνόδου τέλος.