Ancient Greek · ~2 min
ΛΟΓΟΣ Bݲ, Chapter 31
Gelasius, Historia Ecclesiastica 31.9
Not analysed yet
Περὶ τῆς τοῦ θεοῦ προγνώσεως καὶ τοῦ κόσμου. μικρότερος προσδοκῶμεν, κατὰ τὰ ἱερὰ γράμματα, φαινομένης ἡμῖν τῆς ἐπιφανείας καὶ βασιλείας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. »καὶ παραλήψονται τότε, καθά φησι Δανιήλ, τὴν βασιλείαν ἅγιοι ὑψίστου«, καὶ ἔσται ἡ γῆ καθαρά, ἁγία, γῆ ζώντων, καὶ οὐ νεκρῶν· ἥν προεωρακὼς Δαυὶδ τῷ τῆς πίστεως ὀφθαλμῷ βοᾶ· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ κυρίου ἐν γῇ ζώντων«, γῇ πραέων καὶ ταπεινῶν. »μακαριοι γαρ, φησιν, οἱ πραεις, οτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. καὶ ὁ προφήτης· »καὶ πατήσουσιν αὐτήν, φησι, πόδες πραέων καὶ ταπεινῶν«.