Ancient Greek · ~3 min
7 to 10
Gelasius, Historia Ecclesiastica 7-10
Not analysed yet
πρό γε πάντων τὰς τοῦ πιστοτάτου βασιλέως Κωνσταντίνου τοῦ ἐν τῇ συνόδῳ συνεδρεύσαντος θείας καὶ ἀληθῶς ἀποστολικας ἐννοίας, ἥσθην εἰς τοσοῦτον τοῖς τῇ βίβλῳ ἐκείνῃ τῇ ἱερᾷ περιεχο- μένοις, ὥστε εἰπεῖν με πρὸς τὸν κύριον· »ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου«· οὕτως οὔτως ὺπερηγάσθην ἐν τοῖς ἐκεῖ ἀναγεγραμμένοις περὶ τῆς ἀσπίλου καὶ ἀμωμήτου, ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως. Μετὰ δὲ καιρούς τινας φθάσας ἐνταῦθα, ἐν τῇ τῶν Βιθυνῶν ἐπαρχίᾳ λέγω, κατ’ εὐδοκίαν τοῦ θεοῦ, κινήσεώς καὶ συζητήσεως πλείστης ὅσης γεγενημένης ἐπὶ τῆς ἀνταρσίας τοῦ ἀνοσίου Βασιλίσκου κατὰ τῆς ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῆς ἐν αὐτῇ πολιτευομένης ἀποστολικῆς πίστεως, ὑπεκκαιόντων μάλιστα καὶ κινούντων τὰ βασίλεια τῆς τῶν τοῦ αἱρετικοῦ Εὐτυχοῦς ὁμοφρόνων συμμορίας, προβαλλομένων ἡμῖν ὑπούλως τὴν *ἐν Νικαίᾳ φημὶ ὑπὸ τῶν πατέρων *κρατεῖν πίστιν·