Ancient Greek · ~2 min
ΛΟΓΟΣ Aݲ, Chapter praef
Gelasius, Historia Ecclesiastica 11
Not analysed yet
οἳ διηλέγχοντο πρὸς ἡμῶν πολέμιοι ἐκείνης ὑπάρχοντες· οὐ γὰρ ᾔδεισαν τί λέγουσιν, ἢ περὶ τίνων διαβεβαιοῦνται· προφέροντος γάρ μου τὰ ἐν ἐκείνῃ τῇ ἁγίᾳ χορείᾳ τῶν ὀρθοδόξων τοῦ θεοῦ ἱερέων ἐν πνεύματι ἁγίῳ παρὰ τοῦ κυρίου δι' αὐτῶν ἐκφωνηθέντα, ἀπεπήδων αφ' ἡμῶν, χείρονα τῶν Ἀρείου βλασφημιῶν κατὰ τῶν ἐκεῖσε ὁρισθέντων διὰ γλώττης προφέροντες καὶ ἀναθεματισμὸν ῥίπτοντες κατὰ τῶν ταῦτα οὔτως φρονούντων οἱ ἄθλιοι·