Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ, Chapter 9
Gelasius, Historia Ecclesiastica 9.12
Not analysed yet
Ὡς δὲ ἠνδρύνθη τὸ βασιλικὸν παιδίον, οὗπερ τὴν ἐπιτροπείαν τῆς βασιλείας ἐποιοῦντο, εἰς αὔξησιν μεγίστην ἐπιδόντος αὐτοῦ, αἰτοῦσιν αὐτοὶ χάριν αὐτὸν τὴν ἐπὶ τὰ οἰκεῖα ἐπάνοδον αὐτοῖς χαρίσασθαι. τοῦ δὲ βασιλέως σὺν τῇ μητρὶ πολλαῖς παρακλήσεσι λιπαροῦντος καὶ κρατοῦντος καὶ μὴ ἀπολύοντος, ὁ Φρουμέντιος ἔφασκε σφόδρα λυπεῖσθαι αὐτοὺς περὶ τούτου· διὸ κατηνάγκασαν τόν τε βασιλέα καὶ τὴν τούτου μητέρα ἐπιδοῦναι τὸ ἀπολυθῆναι αὐτούς· οἱ δὲ μετὰ πλείστης ὅσης θλίψεως ἐπένευσαν, ὡς δεσπότῃ γὰρ τῷ Φρουμεντίῳ ἀντειπεῖν οὐκ ἐβούλοντο.