Ancient Greek · ~5 min
9.7 to 9.11
Gelasius, Historia Ecclesiastica 9.7-11
Not analysed yet
ἐν τούτοις ὄντων αὐτῶν καὶ προκοπτόντων αὐτῶν ὁσημέραι γίνεται τὸν βασιλέα τὸν ἀνθρώπινον ὑπεξελθεῖν βίον, ἀφέντα υἱὸν κομιδῇ νήπιον, τῆς οἰκείας βασιλείας διάδοχον νεύματι τοῦ μεγάλου τῶν Ἰνδῶν βασιλέως. γίνονται τοίνυν οἱ περὶ Φρουμέντιον ἐφεξῆς πάσης τῆς βασιλείας τοῦ παιδὸς ἐπίτροποι, τῆς μητρὸς αὐτοῦ πάντων αὐτοὺς προθεμένης τὴν ἐξουσίαν ἔχειν διὰ τρόπων γνησιότητα καὶ πεῖραν πραγμάτων βιωτικῶν. εἶχον γὰρ σὺν τῇ φύσει καὶ γνῶσιν, προτριβέντες μάλιστα παιδείᾳ τε καὶ ξενιτείᾳ, δι᾿ ὡν μάλιστα καὶ τοῖς νέοις κατάστασις πρεσβυτέρων προσγίνεται. ἐπειδὴ τοίνυν ἠσαν καὶ εὐσεβεῖς, πίστει τε τῇ πρὸς τὸν θεὸν διαπρέποντες ἁπάσῃ τε φιλανθρωπίᾳ τοὺς πολλοὺς ὑπερακοντίζοντες, γῆν τε καὶ θάλασσαν ἐπῄεσαν, τὰ τῆς βασιλείας τοῦ παιδὸς ἰθύνοντες πράγματα τοῖς τε πλησιοχώροις προσέταττον, ἵνα τοὺς ἐπιξενουμένους Ῥωμαίων πρὸς αὐτοὺς φέρωσιν, ἐπίγνωσιν τοῦ θεοῦ δέ αὐτῶν τοῖς Ἰνδοῖς ἐγκατασπεῖραι προμηθούμενοι. εἰχον γὰρ καὶ τὸν καιρὸν προσυπακούοντα· τότε δῆτα ἀνευρόντες τινὰς προτρέπονται τοῖς ἔθεσι Ῥωμαίων χρησαμένους εὐκτήρια ποιεῖν καὶ οἴκους ἐκκλησιῶν δείμασθαι πρὸς συναθρισμὸν τῶν τὴν τοῦ θεοῦ ἐπίγνωσιν ὑποδεχομένων, εἰ καὶ μὴ δύναιντο θυσιαστήρια πηγνύναι τῷ μὴ παρεῖναι αὐτοῖς αὐθεντίαν ἱερωσύνης. γίνεται γοῦν ἐκ τούτου πρόφασις τοῖς ἐπέκεινα Ἰνδοῖς θεογνωσίας λίαν τοῦ Φρουμεντίου εὐεργεσίαις καὶ θωπείᾳ παραινέσεσι φιλοτίμως αὐτοῖς προσιόντος.