Ancient Greek
9.13 to 9.14
Gelasius, Historia Ecclesiastica 9.13-14
Not analysed yet
οἱ δὲ παραδεδωκότες ἅπαντα τῷ παιδὶ καὶ τῇ τούτου μητρὶ τὰ ἐγχειρισθέντα αὐτοῖς τῆς βασιλείας πράγματα, ἐξῄεσαν τῆς Ἰνδίας σὺν τιμῇ πολλῇ τὴν ἐπὶ τὰ οἰκεῖα πορείαν ποιούμενοι. τότε οὖν ὁ μὲν Αἰδέσιος τὴν Τύρον κατείλη- φεν, ὁ δὲ Φρουμέντιος εἰς Ἀλεξάνδρειαν παραγίνεται, λογισάμενος ὡς ἀκόλουθον εἴη τὸ γενόμενον παρὰ τοῖς βαρβάροις ἔργον θεῖον μὴ περιϊδεῖν· καὶ προσελθὼν τῷ ἐπισκόπῳ τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανασίῳ —αὐτὸς γὰρ ἠν τότε τῆς ἐκεῖσε ἀρχιερωσύνης κατέχων τοὺς οἴακας —ἕκαστα αὐτῷ ὁ Φρουμέντιος τῶν γεγενημένων ὑφηγησάμενος ὑπομιμνήσκει ἐπισκόπους αὐτοῖς ἀποσταλῆναι.