Ancient Greek
Cap. XVIII. Περὶ ἐξελιγμοῦ.
Geminus, Elementa astronomia 11-4
Not analysed yet
Καὶ ἐπεὶ ἐν πάσῃ ἀποκαταστάσει τέσσαρές εἰσι χρόνοι ἴσοι, ἔλαβον τὸ τέταρτον μέρος τῶν κζ′ ἡμερῶν, λγ′ λεπτῶν πρώτων καὶ κ′ δευτέρων λεπτῶν· καὶ γίνονται ἡμέραι ϛ′, νγ′ λεπτὰ πρῶτα καὶ κ′ δεύτερα λεπτά. ἐν ἄρα τοσαύταις ἡμέραις ἡ σελήνη ἀπὸ τῆς ἐλαχίστης κινήσεως ἐπὶ τὴν μέσην παραγίνεται, καὶ ἀπὸ τῆς μέσης ἐπὶ τὴν μεγίστην, καὶ πάλιν ὁμοίως ἀπὸ τῆς μεγίστης ἐπὶ τὴν μέσην, καὶ ἀπὸ τῆς μέσης ἐπὶ τὴν ἐλαχίστην. οἱ γὰρ τέσσαρες χρόνοι οὗτοι ἴσοι εἰσὶν ἀλλήλοις.