Ancient Greek
622.3 to 623.7
Geoponica, Geoponica 622.3-623.7
Unproofread scanNot analysed yet
18 Cap. 18. Πτολλᾶτος τοὔνομα, ὁψοποίημα ἐν θαλάσσῃ, ὥστε ἐπὶ τὸ αὐτὸ ἐλθεῖν ἐν θαλάσσῃ τοὺς ἰχθύας. Λάβε λοπάρια γʹ τῆς θαλάσσης, τὰ περὶ τὰς πέτρας γινόμενα· τούτων ἐκθλίψας τὴν σάρκα ἐπίγραψον ἐξ αὐτῶν εἰς ὀστράκον τὰ ὑποκείμενα, καὶ παραχρῆμα ὤψει τοὺς ἰχθύας ἐπὶ τὸ αὐτό, ὥστε θαναμεῖν· ἔστι δὲ τὰ ὀνόματα, Ἰαώ, Σαβαώθ. τούτῳ τῷ ὀνόματι οἱ Ἰχθυοφάγοι χρῶνται. 19 Cap. 19. Πρὸς τρίγλας καὶ σκάρους μεγάλους, ὥστε ἐγχορῆζειν εἰς ὕδωρ, ᾧ διὰ τὴν ταχύτητα τοῦ δέλους οὐδὲν τῶν μικρῶν προσέρχεται. ἔστι δὴ ἡ σύνθεσις φυσικῶς ἄγουσα. Τυφλίνος ποταμίου τῆς σαρκὸς δραχ. ηʹ ὀλοφάκου πεφρυγμένου δραχ. ηʹ καρίδων ποταμίων δραχ. δʹ μαλαβάθρου δραχ. αʹ λειψὰς τὰ προκείμενα ἀναλάμβανε τῷ λευκῷ τοῦ ᾠοῦ τῆς ὀρνιθος, καὶ ποιήσας κολλύρια χρῶ. Cap. 20. Πρὸς δὲ τὰ μεγάλα ὀψάρια πάντα τὰ ἐν τῇ θαλάσσῃ, οἷον γλαύχους, γαλεοὺς, ὀρφοὺς, καὶ ὅσα ἐστὶ τοιαῦτα. Ἄλεκτορος ὀρχεὶς μετὰ στροβίλου, πεφρυγμένων καὶ τετριμμένων, τῶν μὲν ὀρχέων δραχ. ηʹ, τῶν δὲ στροβίλων δραχ. ιεʹ. τριβεται δὲ ὡς σταὶς, καὶ ἀναπλάσσεται κολλύρια, καὶ ἐν αὐτοῖς δελεάζεται. Cap. 21. Πρὸς μυραῖνας. Σιλούρου ποταμίου δραχ. ιεʹ· πηγάνου ἀγρίου σπέρματος δραχ. ηʹ· στέατος μοσχείου δραχ. ηʹ· σησάμου δραχ. ιεʹ· τριψας καὶ ποιήσας κολλύρια χρῶ. Cap. 22. Πρὸς πολυπόους καὶ σηπίας. 1 Ἄλὸς ἀμμωνιακοῦ δραχ. ιεʹ· βουτύρου αἰγείου δραχ. ηʹ· λεῖα ποιήσας κολλύρια, καὶ περιχρίων σπάρτα ἢ λέντια ἄκροσσα, οὕτως περιβάσκονται, καὶ οὐκ ἀποστήσονται. σὺ δὲ ταχέως ἀνάστα, καὶ βάλε εἰς τὴν σκάφην καράβους, κήρυκας, πορφύρας, καὶ ὅσα ἐστίν. Cap. 23. Χέλνας καὶ ὀστρακώδη οὕτως δελέαζε· Ἄλὸς ἀμμωνιακοῦ δραχ. ηʹ· κρομίου δραχ. αʹ· στέατος μοσχείου δραχ. εʹ· ποίει σιδήρια κυανοειδῆ, καὶ ταῦτα περιχρίων τῷ φαρμάκῳ πρόσφερε, καὶ αὐτόματα τῇ ὀσμῇ ἐξελεύσεται, καὶ αὐτὰ ἑαυτὰ παραδώσουσιν.