Ancient Greek
624.1
Geoponica, Geoponica 624.1
Unproofread scanNot analysed yet
Cap. 24. Δέλη πρὸς πάντα ἰχθὺν ἐν παντὶ καιρῷ. 1 Νάρδον Κελτικῆς φύλλα [δραχ.] δʹ. κυπέρεως ἐν, σμυρνίου Αἰγυπτίου κυάμου τὸ μέγεθος, κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις, ἄνηδον σπέρματος δραχά, κόψας σήσας βάλε εἰς καλαμίσκον. 2 ἐπὶ δὲ τῆς χρείας λαβὼν ἕλμιν ἢ γῆς ἔντερα ἀπόπλυνον, καὶ βάλε εἰς ἄγγειον, καὶ ἐγγραυλιν ἀπὸ τοῦ τόπου ὑγρὰν ἀποπίασον εἰς τὴν χεῖρα, καὶ μέζον ἐκ τοῦ φαρμάκου τὸ αὐταρκές, καὶ τὰς ἕλμεις βαλὼν εἰς τὸ μάγμα ἀνάτριψον, καὶ τότε ἄρας δελέαζε.