Ancient Greek
1.128
Georgius Cedrenus, Compendium Historiarum 1.128
Unproofread scanNot analysed yet
σκεύη τοῦ Θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἰερουσαλὴμ, ἀνηρέθη κατὰ θείαν ὀργήν. Φησὶ γὰρ πρὸς αὐτὸν τηνικαῦτα Δανιὴλ «Ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου, καὶ ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ πάντες οἶ λαοὶ, φυλαὶ, γλῶσσαι ἦσαν τρέμοντες, καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. Καὶ οὓς ἐβούλετο ἀνήρει, καὶ οὓς ἤθελεν ἔσωζε. Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ Πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατῃσχύνθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ αὐτοῦ ἀφῃρέθη ἀπ´ αὐτοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοίκησις αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ὰπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἔως οὗ ἔγνω ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂνδόξῃ, δώσει αὐτήν. Καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου, καὶ οἱ μεγιστᾶνες καὶ οἱ παράκοιτοι καὶ αἱ παλλακαί σου, οἶνον ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσι.» Διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρ´ς ἐκ προσώπου αὐτοῦ, καὶ τὴν Γραφὴν αὐτοῦ ἐνέταξεν, ὡς προεγράφη. Ιωο Βαίιπεωιε ἰηιιῖεοιο, Βαείυε νομηΟιλ Καὶ μετὰ τὸ ἀναιρεθῆναι Βαλτάσαρ Δαρεῖος παρέλαβε τὴν βασιλείαν ὁ Μῆδος, ὁ καὶ Ἀρταξέρξης καὶ Ἀστυάγης, ἔτη ιζʹ. Ὅς ἔσχε γυναῖκα τὴν τοῦ Μαρδ´ χ Ἐσθὴρ, ἐπιλεχθεῖσαν διὰ κάλλος ἐκ τῶν Ἑβραϊκῶν νεανίδων· ἥτις καὶ τὸν ἴδιον λαὸν τὸν Ἰουδαϊκόν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατήγου λυτρωσαμένη, παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπισθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχαῖον τὸν ἑαυτῆς ἀνασκολοπίσαι θεῖον, μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα. Φησὶ γάρ τις τῶν μεγιστάνων· Ἰδοὺ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν νʹ. Καὶ εἶπεν ὁ βασιλεύς· Σταυρωθήτω Ἀμὰν ἐκεῖ. Καὶ ἐγένετο οὕτως κατὰ τὴν κέλευσιν τοῦ βασιλέως Ἀρταξέρξου. Εἰκότως οὐν πεπλήρωται ἡ Γραφὴ ἡ λέγουσα· «Ὁ ποιῶν πονηρὰ εἰς αὐτὰ ἐγκυλισθήσεται, καὶ ὃς δ´ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ´ αὐτῆς. Καὶ ὃς παρασκευάζεται δίκτυον ἐπὶ πρόσωπον τοῦ πλησίον, περιβαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσί. Καὶ ὁ ὀρύσσων βόρον τῷ πλησίον εἰς αὐτὸν ἐμπεσεῖται.» Καὶ, «Δι´ ὡν τις ἀμαρτάνει, δι´ αὐτῶν καὶ [Β. κολάζεται. Ἐφ´ οὗ Ἀρταξέρξου, τοῦ καὶ Ἀστυάγου, καὶ τῷ Δανιὴλ ὡράθησαν αἱ διὰ τοῦ ἀρχαγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας Ὅατις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐὔλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων· ὃς καὶ ἀβλαβής διετηρήθη τῇ χάριτι τοῦ Θεοῦ. Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβʹ, ὃς ἀνελὼν Δαρεῖον πάσης γῆς ἐκράτησεν. Ἐν τοῖς χρόνοις τῶν Κριτῶν καὶ οἱ Ἀργοναῦται οἱ περὶ Ἰάσονα τὸν Θεσσαλονικέα καὶ Πολυδεύκην καὶ Ὕλαν καὶ Τελαμῶνα καὶ τοὺς λοιποὺς πρὸς τὴν Κολχίδα ἐκπλέοντες, καὶ διὰ τοῦ ἀνάπλου πρὸς τὴν Ποντικὴν θάλασσαν διαβῆναι θέλοντες, ἀντιστάντος αὐτοῖς Κυζίκου τοῦ ἐν Ἑλλησπόντῳ τοπΔρχοῦντος ἐν ναυμαχίᾳ, τὸν μὲν ἐφόνευσαν, τὴν