Ancient Greek
1.129
Georgius Cedrenus, Compendium Historiarum 1.129
Unproofread scanNot analysed yet
δὲ Κύζικον ἔλαβον, μητρόπολιν οὖσαν Ἑλλησπόντου Καὶ μαθόντες ὅτι Κύζικος ὁ σφαγεὶς παρ´ αὐτῶν συγγενὴς ἦν αὐτοῖς, συγγνώμην ᾐτοῦντο, καὶ κτίζουσιν ἱερὸν θαυμάσιον οἷον. Πρὸς δὲ τὸ τῶν θερμῶν μαντεῖον γενόμενοι καὶ θυσάμενοι ἐπύθοντο· «Προφήτευσον ἡμῖν, Φοῖβ´ Ἄπολλον, τίνος ἂν εἴη δόμος οὖτος;» καὶ ἀκούουσιν· «Ὅσα μὲν πρὸς Κἀρετὴν καὶ κόσμον ὄρωρε, ποιεῖτε. Ἐγὼ δὲ ἐφετμέω τρεῖς ἕνα μοῦνον ὑψιμέδοντα Θεὸν, οὐ Λόγος ἄφθιτος ἐν ἀδαεῖ κούρῃ ἔγκυος ἔσται. Οὗτος ὥσπερ τόξον πυριφόρον μέσον διαδραμών ἅπαντα κόσμον, ζωγρήσας Πατρὶ προσάξει δῶρον. Αὐτῆς ἕσται δόμος οὗτος· Μαρία δὲ τοὔνομα αὐτῆς.» Τοῦτον τὸν χρησμὸν ἐν λίθῳ μαρμαρίνῳ χαλκέοις γράμμασι γράψαντες εἰς τὸ τοῦ ναοῦ ὑπέρθυρον ἀνέθεσαν, τότε μὲν καλέσαντες τὸν οἶκον Ῥέας μητρὸς θεῶν, ὕστερον δὲ ἐπὶ Ζήνωνος τοῦ βασιλέως ναὸς τῆς ἀγίας Θεοτόκου μετωνόμασται. Ἐκεῖθεν τοίνυν οἱ Ἀργοναῦται ἐξορμήσαντες, καὶ διὰ τοῦ ἀνάπλου βουλόμενοι παρελθεῖν, ἐκωλύοντο ὑπὸ Ἀμύκου στρατευομένου κατ´ αὐτῶν. Δεδιότες οὖν κόλπῳ τινὶ ἀγρίῳ καὶ ἀλσώδει προσίσχουσι. Κἀκεῖ ὀπτασίαν θείαν ἐξ οὐρανοῦ αὐτοῖς ἐπιφανεῖσαν ἐν ἀνδρὸς φοβεροῦ εἴδει, πτέρυγας ὡς ἀετοῦ περικειμένου, θεασάμενοι, τούτῳ καταθαῤῥήσαντες εἰς πόλεμον τῷ Ἀμύκῳ συμβάλλουσι. Καὶ ἀποκτείναντες αὐτὸν ἔκτισαν ἐν τῷ τῆς ὀπτασίας τόπω ἱερόν. Καὶ διὰ´ εἰκόνος τῆς αὐτοῖς ὁραθείσης μορφῆς τὸ ἐκτύπωμα ἀναστηλώσαντες Σωσθένιον τὸ ἱερὸν ὠνόμασαν διὰ ΤΡ. ΙΔ] τὸ ἐν τούτῳ αὐτοὺς σωθῆναι. Τοῦτο τὸ ἱερὸν ὕστερον ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος κατ´ ὄναρ χρηματισθεὶς μετεποίησε, καὶ τὸ μὲν θυσιαστήριον πρὸς ἀνατολὰς ὁρᾷν ἐτύπωσε, τὸν δὲ ναλν τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐκάλεσε, πᾶσαν καλλιεργίαν καὶ καρποφορίαν ἐν αὐτῷ τυπώσας. Μετὰ δὲ τὴν νίκην Ἀμύκου οἱ Ἀργοναῦται μεθ´ Ἡρακλέους ἐπὶ τὴν Ποντικὴν θάλασσαν ἐκπλεύσαντες πόλιν ἐδείμαντο ἐπὶ τῷ τοῦ Ἡρακλέους ὁνόματι. Εἶτα διὰ τὸ χρυσοῦν δέρας ἐπὶ τὴν Κολχίδα διαπεράσαντες αὐτό τε καὶ Μήδειαν τὴν τοῦ βασιλέως Κολχίδος θυγατέρα, Ἰάσονος ἐρασθεῖσαν, ἀνελόμενοι ὑπέστρεψαν. Τότε καὶ Τρώς τῆς Φρυγῶν χώρας ἦρχεν ὁ Ἵλου καὶ Γανυμήδους πατήρ. Οὐτος δύο πόλεις Τροίαν καὶ Ἵλιον ᾠκοδόμησε, καὶ τοὺς ἀστυγείτονας εἰς τὸν ἐγκαινισμὸν τῶν πόλεων προσκαλεσάμενος τοῦ Μυκηναίων ἀνάσσοντος Ταντάλου ἐπελάθετο· δς καὶ εἰς ἔχθραν αὐτῷ διὰ τοῦτο ἀντεκατέστη, Ην δὲ ὁ Τρὼς πρὸ τῆς τῶν πόλεων οἰκοδομῆς εὐξάμενος εὐχὴν τῷ Διὶ, θυσίας καὶ δῶρα πέμπων εἰς Εὐρώπην. Καὶ ἐπεὶ αἱ πόλεις ἐτελέσθησαν, τὸν Γανυμήδην σὺν ἀνδράσι πεντήκοντα δῶρά τε καὶ θυσίας πρὸς τὸ τοῦ Διὸς ἱερὸν ἐκπέμπει. Τάνταλος δὲ δόλον οἰηθεὶς, δύναμιν ἀποστείλας ἥρπασε Γανυμήδην καὶ τοὺς μετ´ αὐτοῦ, οἶ καὶ ἔλεγον θυσίας κομίζειν τῷ Εὐρωπαίῳ Διί. Ὁ δὲ Γανυμήδης διὰ τὴν αἰσχύνην ἄμα καὶ τὸν φόβον ἀῤῥωστεῖ, καὶ συγγνώμης τυγχάνει, ἀλλὰ μετ´ ὀλίγον τελευτᾷ. Καὶ τὰ μὲν δῶρα τοῦ Ταντάλου κελεύσαντος τῷ ἱερῷ τοῦ Διὸς ἀπεδόθη, τὸ δὲ λείψανον αὐτοῦ ἐν τῷ