Ancient Greek
1.251
Georgius Cedrenus, Compendium Historiarum 1.251
Unproofread scanNot analysed yet
Ἀλλʹ´ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος διέμεινε. Συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραατήριον πτῶμα ἐξαίσιον, καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονε. Βουλόμενος γὰρ μηδὲν ἐᾶσαι τῶν θείων Γραφῶν ἀνεξήγητον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἀμαρτίας καὶ θανάσιμα ἐξηγήσατο ῥήματα. Ἐξ αὐτοῦ γὰρ καὶ Ἄρειος τὰς ἀφορμὰς εἴληφε καὶ οἱ καθεξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι καὶ οἱ λοιποὶ πάντες. Φάσκει γὰρ οὗτος τολμήσας κατὰ τὴν ἀρχὴν ὅτι ὁ μονογενὴς Υἱὸς ὁρᾷν τὸν Πατέρα οὐ δύναται, οὔτε τὸν Υἱὸν τὸ Πνεῦμα τὸ ἅγιον, οὔτε οἱ ἄγγελοι τὸ Πνεῦμα, οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέλους. Καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς οὐ θέλει εἶναι τὸν Υἱὸν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν Υἱὸν λέγεσθαι, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρ χειν, καὶ τῶν δαιμόνων τὴν εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τέλος τῆς κολάσεως, καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. Πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην Γραφὴν, καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ ἀλόγων εἴρηκε μέσος φερόμενος, πολλάκις χαριέντως διηγήσατο· ὅσα δὲ περὶ πίστεως ἐδογμάτισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. Ἔδοξε δὲ καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, καὶ κατὰ τὸ σωμάτιον ἐπινενοηκέναι τι, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ τῇ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπιτεθῆναι τοῖς μορίοις εἶπον παρ´ αὐτοῦ καὶ ἀποξηρᾶναι. Ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν, ὡς ὅτι καὶ βοτάνην ἰατρικὴν εὖρε μνήμης ἕνεκα. Οὕτος πολλὰ λέγεται πεπονθέναι ὑπὲρ Χριστοῦ, λόγιος ὢν σφόδρα καὶ ἐν τῇ Ἐκκλησίᾳ ἀνατεθραμμένος. Φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότερον ἄνδρα φασὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν τοῦτον ὑπολαβεῖν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. Ὁ δὲ μὴ φέρων τὴν τοσαύτην βδελυρὰν ἐπίνοιαν ἔῤῥηξε φωνὴν ἀμφοτέρων αὐτῶν προτεθέντων πραγμάτων. Ἐπεὶ δὲ τοῦτο καθωμολόγησε θῦσαι, βαλόντες ἐπὶ χεῖρα αὐτοῦ λίβανον, εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε, καὶ οὕτω τοῦ μαρτυρίου ἀπὸ τῶν κρινάντων ἀπεβλήθη καὶ τῆς Ἐκκλησίας ἐξώσθη. Τὴν Ἀλεξάνδρειαν δὲ λιπών διὰ τὰ ὄνειδος τὴν Ἰουδαίαν κατέλαβεν. [Ρ ύ] Ἀνελθὼν δὲ εἰς Ἱεροσόλυμα ὡς ἐξηγητὴς καὶ λόγιος προετοέπετο ἀπὸ τοῦ ἱερατίου ἐπὶ τῆς Ἐκκλησίας εἰπεῖν. πρεσβύτερος γὰρ προϋπῆρχε. Καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς καὶ τοῦτο μόνον τὸ ῥητὸν εἰπών· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί οὐ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις