Ancient Greek
1.252
Georgius Cedrenus, Compendium Historiarum 1.252
Unproofread scanNot analysed yet
τὴν διαθήκην μου διὰ στόματός σου; Πτύξας τὸ βιβλίον ἐκάθϊσε μετὰ κλαυθμοῦ καὶ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ, Εἰσὶ δὲ καὶ ἕτερα τὰ περὶ αὐτοῦ λεγόμενά τε καὶ ψδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων· ὅθεν καὶ συντακτικὸς ὠνομάσθη διὰ τὸ πολλὰ πεποιηκέναι βιβλία, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ σοφωτάτου Σολομῶντος λέγοντος, Υἱὲ, φύλασσε τοῦ μὴ ποιεῖν βιβλία πολλὰ, καὶ μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενεγκεῖν λόγον ἀπὸ προσώπου τοῦ Θεοῦ, ὅτι ὁ Θεὸς ἐν οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ τῆς γῆς κάτω. Διὰ τοῦτο ἔστωσαν οἶ λόγοι σου ὀλίγοι· εἰσὶ γὰρ λόγοι πολλοὶ πληθύνοντες ματαιότητος. Καὶ μὴ γίνου δίκαιος πολύ· ἔστι γὰρ δίκαιος ἀπολλύμενος ἐν δικαιοσύνῃ αὐτοῦ. Καὶ μὴ σοφίζου περισσὰ, μή ποτε ἀσεβήσῃς. Ταύτας τοίνυν παραγραψάμενος τὰς ἰερὰς παραινέσεις καὶ παραγκωνισάμενος, οὐδὲ τοῦ θεσπεσίου προσέσχε Παύλου τῇ ἐννοίᾳ τε καὶ συνέσει ἐν τοῖς σωντάγμασιν. Ὁ γὰρ τρισμακάριος Παῦλος ἐν παρασκευῇ λόγων παντοδαπῶν βραχυτότας ἐπιστολὰς τῇ γραφῇ παραδέδωκε, καίτοι μυρία καὶ ἀπόῤῥητα λέγειν ἔχων, ἅτε τὰ μέχρις οὐρανοῦ τρίτου θεωρήματα ἐπιφθάσας, ἐπ´ αὐτὸν δὲ τὸν θεοπρεπῆ παράδεισον ἀναρπασθεὶς καὶ τῶν ἐκεῖσε ἀνεκφράστων ῥημάτων ἀκοῦσαι ἀξιωθείς. Καὶ μέντοι οὐδ´ οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταὶ, δώδεκα μὲν ἀπόστολοι, οἱ δὲ μαθηταὶ καὶ ἄλλοι πρὸς τούτοις μυρίοι, οὐκ ἄπειροι λόγων ἐτύγχανον· καὶ ὅμως οὖν ἐξ ἁπάντων τῶν τοῦ Κυρίου διατριβῶν τὰ ὑπομνήματα Ματθαῖος ἡμῖν καὶ Ἰωάννης καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν κατέχει λόγος, ὥσπερ καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. Διὸ δή φησιν ὁ μέγας Μάξιμος· Ὁ λόγος συγγραφόμενος ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν ἐτέρων, ἢ καὶ ἄμφω, ἢ πρὸς βλάβην τινῶν, ἢ πρὸς ἀπόδειξιν, ἢ ἐξ ἀνάγκης. Μετὰ δὲ Σεβῆρον ἐβασίλευσεν Ἀντωνῖνος υἱὸς Σεβήρου καὶ Γέτας ὁ ἀδελφὸς αὐτοῦ μῆνας δύο. Καὶ σφάξας τὸν ἴδιον ἀδελφὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς ἐμονάρχησεν ἔτη ϛʹ. Σεραπίων δέ τις μαθηματικὸς ἔλεγεν ὡς τεθνήξεται οὐκ εἰς μακρὰν Ἀντωνῖνος καὶ Μακρῖνος αὐτὸν διαδέξεται, καὶ ἔδειξεν αὐτὸν τῷ δακτύλῳ παρεστῶτα [. ὸθ] μετὰ τῆς συγκλήτου. Ὁδὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, οὐ συνῆκε τὸ πρόσωπον Μακρίνου, ἀλλ´ ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. Ὁ δὲ Μακρῖνος ἐσπούδασε τὸν Ἀντωνῖνον προκαταλαβεῖν· ὃν ἀπὸ τοῦ ἵππου κατελθόντα ἐν κυνηγίῳ εἰς ἀπόπατον, ἑκατόνταρχον ἀποστείλας τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰπὼν πρὸς αὐτόν· Ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτως κἀγὼ, σέ. Ἐπὶ τούτου πρῶτος ἐπίσκοπος κατέστη Βυζαντίου Φιλάδελφος, ἔτη τρία· πρώην γὰρ προΐστατο τῆς Ἐκκλησίας ἔτη ηʹ πρεσβύτερός τις. Μετὰ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος, ὅς ἦν τὸ