Ancient Greek
1.253
Georgius Cedrenus, Compendium Historiarum 1.253
Unproofread scanNot analysed yet
γένος Μαῦρος Καππαδόκης, ἔτη ηʹ. Εὐτυχιανὸς δέ τις παραλαβών τὸν Ἀβἰτον ὡς Ἀντωνίνου υἱὸν ὄντα μοίχειον περιέθηκε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσε, καὶ δοὺς χρυσίον τοῖς στρατιώταις ἀντῆρε, καὶ συνέβαλε πόλεμον μετὰ Μακρίνου. Καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ. Ἀβετος ἤτοι Τευδαντωνῖνος δὲ Αὐρήλιον Ἀντωνῖνον Ἡλιογάβαλον τοῦτον λέγουσιν) ἐβασίλευσεν ἔτη γʹ μῆνας θ´ ἡμέρας δʹ. Οὗτος περιτετμημένος ἦν καὶ χοιρείου οὐ μετελάμβανεν, εἰχε δὲ καὶ εἴδωλον ὄπερ ὠνόμασεν Ἡλιογάβαλον. Γυναικώδης ἑὲ ἑὲ τοσοῦτος ἦν πρὸς τὸ τῆς ἀσελγείας πάθος διακείμενος, ὥστε καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. Ὡς δέ φησι Δίων, ὅτι Ἄβιτος τὸν ἰατρὸν ἠντιβόλει διφυῆ αὐτὸν δι´ ἐντομῆς ἐμπροσθίας τῇ τέχνῃ ποιῆσαι. Ὃς διὰ τὰς ἀκαθαρσίας καὶ μιαρίας καὶ ἀκολασίας αὐτοῦ ἐσφάγη, κακῶς τὸ ζῇν ἀποῤῥήξας. Ἀλέξανδρος ὁ Μαμαίας υἱὸς, ἐξάϊελφος Ἀβίτου, ἐβασλευσεν ἔτη ιγʹ μῆνας ηʹ. Ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμη ὥστε καὶ κρεῶν αὐτοὺς ἀνθρωπίνων ἅψασθαι. Οὗτος ἐκστρατεύσας κατὰ Περσῶν ἡττήθη κατὰ κράτος, καὶ καταφρονηθεὶς σφάττεται μετὰ τῆς μητρὸς αὐτοῦ· ἥτις καὶ Χριστιανὴ ἐτύγχανε, καὶ τὸν Ὠριγένην ἐν Ἀντιοχείᾳ διατρίβοντα μετεπέμψατο πρὸς ἑαυτὴν, διδαχθῆναι τὸ κατὰ Χριστὸν μυστήριον θέλουσα. Ἐφ´ οὗ Νάρκισσος ἐπίσκοπος Ἰεροσολύμων, ἐν τῷ βαπτίζειν ἐλαίου τοῦ χρίσματος λείψαντος, ἐκέλευσεν ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ οὑτως προσευξάμενος εἰς ἔλαιον μετέβαλε Μαξιμῖνος ἐβασίλευσεν ἔτη ϛʹ. Οὗτος ποιμὴν ὤν πρότερον, εἶθ´ οὕτως στρατιώτης γεγονὼς καὶ μετὰ ταῦτα στρατηγὸς Ἀλεξάνδρου, δι´ ἀνδρείαν σώματος καὶ σύνεσιν καὶ φρόνησιν ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς προεχειρίσθη βασιλεύς. Ὃς ἔχθει τῷ πρὸς Ἀ λέξανδρον πολλοὺς Χριστιανοὺς ἔχοντα καὶ τιμῶντα διωγμὸν ἤγειρε [Ρ. ἂὸῆ] μέγαν κατὰ Χριστιανῶν. Ἐπάξιον δὲ τῆς αὐτοῦ ἀνοσιουργοῦ γνώμης τὸ τέλος εὕρατο, σφαγεὶς δολίως παρὰ Μαξίμου καὶ Βαλβίνου. Μάξιμος Βαλβῖνος καὶ Γορδιανὸς μῆνας δύο,