Ancient Greek
1.258
Georgius Cedrenus, Compendium Historiarum 1.258
Unproofread scanNot analysed yet
μετὰ τὴν τελείωσιν. Ταῦτα καὶ ἕτερ´ ἄττα πολλὰ τοιαῦτα δυσφημήσας δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις ᾠκειωμένας. Δευτέρα καὶ αὕτη βλάστησις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι. Μετὰ δὲ τούτους γέγονέ τις ὀνόματι Νεστόριος, ἀπὸ Γερμανικείας τῆς Συρίας, τοῦ θρόνου Κωνσταντινουπόλεως δραξάμενος, ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων καταφρόνως ἀπεχρήσατο, Παύλῳ καὶ Θεοδώρῳ τοῖς ἑαυτοῦ προγόνοις ἑπόμενος. Υἱὸς μὲν γὰρ ἦν τοῦ Κλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως, καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν Παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρν ούμενος τὸν ἑαυτοῦ Κύριον καὶ ἀτιμάζων τὴν ἑαυτοῦ Δέσποιναν ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος. Οὐτος οὖν ὁ δεινὸς Νεστόριος, προστάτης γεγονὼς τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως, ἄλλον εἶναι παρ´ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν Θεοῦ Λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε, Τῆς δὲ κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐτυχὴς, ἡγούμενος μοναστηρίου Κωνσταντινουπόλεως, ἀνεδείχθη· ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ [Ρ. Οὰ] ὁμοφυῆ τὴν σάρκα τοῦ Κυρίου διομολογεῖν ἀπηρνεῖτο, σώζεσθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων νώσεώς τε καὶ συμφυΐας. Οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενηνέχθαι τὸ σῶμα τοῦ Κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς Παρθένου παραδραμεῖν τὸν Θεὸν Λόγον, οὐρανόθεν τοῦτον ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος, καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. Μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν. Εἴτα Σεβῆρός τις λεγόμενος, ἀρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνεντα αὖθις Ἀπολινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπειρᾶτο, κυκῶν ὅση δύναμις αὐτῷ τὴν τῆς Ἐκκλησίας εἰρήνην. Ἐξελαθείς δὲ τῆς Ἀντιοχείας ὁ στασιώδης καὶ ταραξίας τῇ Ἀλεξανδρέων κουφότητι λαίλαπος καὶ θυέλλης δίκην ἐνέσκηψεν, ἔνθα καὶ ἑτέρας καταιγίδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ, λαῷ συνέχεε πάντας καὶ ἐθορύβησε. Διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις καλούμενος, Ἁλικαρνασσοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότατος, Σεβήρου γὰρ μίαν φύσιν εἶναι λέγοντος τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δέχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ τὸν Σεβῆρον ράσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφορὰν, αἴτιοι πάσης ταραχῆς καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον, μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἵτινες πρὸς ἡμᾶς διαμάχονται λαμβάνοντας εἰς παράδειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καί φασιν· Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσει; . Ἀλλ´ ἵπτω. σαν οἱ ἀμαθεῖς καὶ ἀπαίδευτοι, ὅταν δύο φύσεις λέγωμεν