Ancient Greek
1.259
Georgius Cedrenus, Compendium Historiarum 1.259
Unproofread scanNot analysed yet
ἡμεῖς, οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὴν Θεοῦ καὶ ψυχῆς, ἀλλὰ Θεοῦ καὶ ἀνθρώπου. Οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις ἡ τοῦ μέρους φύσις. Μέρη μὲν γὰρ ἀνθρώπου ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτὰ διαιρέσεις τε καὶ ὑποδιαιρέσεις. Καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα θεότης καὶ ἀνθρωπότης, ψυχὴ δὲ καὶ σῶμα ἄλλα μέρη τοῦ μέρους. Μέρη μὲν τῶν μερῶν τοῦ ἀνθρώπου ἑπὶ μὲν ψυχῆς οὐσία λογικὴ καὶ ποιότης ἀσώματος, ὡν τὴν μὲν ἡγεμονικὸν, τὴν δὲ θυμικὸν, τὴν δὲ ἐπιθυμητικόν. Τούτων τὴν μὲν ἐννοηματικὸν διανοητικὸν μνημονευτικόν τε καὶ βουλευτικὸν, τὴν δὲ ὀρεκτικὸν τε καὶ ἑλκτικὸν, τὴν δὲ ἀμυντικόν. Καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω τὰ νῦν ζητεῖν πότερον [. ΖΟ] ὡς μέρη ταῦτα εἰσὶν ἐν τῇ ψυχῇ ἢ ὡς δυνάμεις. Ἡ δὲ τοῦ σώματος πάλιν διαίρεσις γίνεται εἰς ὁμοιομερῆ, καὶ τούτων ἔτι εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, καὶ ταῦτα εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκα, καὶ ταῦτα εἰς τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἰδος. Πολλὰ δὲ καὶ ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ φυσικῶν δυνάμεων, ὧν τὴν μὲν ἑλκτικὴν, τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσι, πολλὰ δὲ καὶ περὶ αἰσθήσεως καὶ φαντασίας καὶ τοῦ συνέχοντος τὴν ζῶον ζωτικοῦ καὶ ὁργανικοῦ πνεύματος, ἑτέρου παρὰ τὴν λογικὸν, ὥς φασιν, ὑπάρχοντος. Ὥστε τοίνυν ἀπόχρη πρὸς τὴν παραστῆσαι ταῦτα πάντα [ι] τὴν σάρκα εἰπεῖν ἢ σῶμα ἀνθρώπου, καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς τὴν εἰς ἃ διαιρεῖται μέρη δηλῶσαί τε καὶ παραστῆσαι τὰ ἐξ ὧν συνέστηκεν ἐν οἱς γνωρίζεται. Οἰ δέ, οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀποφήνωσιν, ἀλλ´ ἵνα τὸν Κύριον συκοφαντήσωσι καὶ τῆς ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ μὴ προσειληφότα τὴν ἀρχὴν τὴν ἡμέτερον ἢ μὴ φυλάξαντα σῶον ὅπερ ἔσχε παρ´ ἡμῶν, ταῦτα καὶ τὰ τοιαῦτα σοφιζόμενοι, καὶ περὶ τὴν παράδειγμα κακουργοῦντες, εἰς ἀφύκτους καὶ ἀδιεξοδεύτους καταπεπτώκασι λαβυρίνἈμέλει γέ τοι καὶ Θεοδώρητος ἔφη περὶ τούτων καὶ τῶν τοιούτων ἀνοσίων οὕτως· Εἰσὶ μέντοι γέ τινες οἶ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχουσιν, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμοῦσιν Οἱ μὲν γὰρ τὴν ἀγέννητον εἰς τρία τέμνουσι, καὶ τὴν μὲν καλοῦσιν ἀγαθὸν, τὴν δὲ κακὸν, τὴν δὲ δίκαιον. Οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζωγραφοῦσι, τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου. Ἄλλοι δὲ τοῖς μὲν ἀσεβέσι τούτοις πολεμεῖν ἐπαγγέλλονται δόγμασιν, ἑτέραν δὲ δυσσεβείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ Θεοῦ μονογενῆ Λόγον ὁμολογοῦντες Υἱὸν ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι, καὶ τὸν Κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως, καὶ τὴν ἅγιον Πνεῦμα τῷ δυσσεβεῖ λόγῳ τῆς θείας ἐξορίζουσι φύσεως. Ἄλλοι δὲ ἄλλως τὴν εὐθεῖαν ὀδὸν ἀπολέσαντες καὶ τοῖς τῶν προωδευκότων ἵχνεσιν ἀκολουθῆσαι μὴ βουληθέντες πόῤῥω που τῆς ἀληθείας ἐγένοντο, καὶ οἱ μὲν τὴν ὑπὲρ