Ancient Greek
1.27
Georgius Cedrenus, Compendium Historiarum 1.27
Unproofread scanNot analysed yet
κεχρημένος λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ γένηται τὸ κακὸν ἀθάνατον. Ὅτι ὁ Σατανᾶς κατὰ τὴν τῶν Ἑβραίων φωνὴν ἀποα στάτης λέγεται καὶ ἀντικείμενος· διάβολος δὲ ὡς τὸν Θεὸν πρὸς τοὺς ἀνθρώπους συκοφαντήσας εἴρηται. Ὅτι ἐ Κάτν ἐν ἀνθρώποις πρῶτος φονεὺς ἐγένετο, δεύτερος δὲ ὁ Λάμεχ, δύο γυναῖκας λαβὼν, καὶ δύο φόνους ἐτέλεσε. Οὓς δὲ ἀνεῖλεν, ἄνδρα καὶ νεανίσκον, ἀδελφοὶ ἦσαν τοῦ Ἐνὼχ, ὃς καὶ πίστει προσευξάμενος τοῦ μὴ ἰδεῖν ἔτι τοιοῦτον θάνατον, ἀκουσθεὶς μετετέθη. Ρ. ὁ] Ὅτι Ἄβελ δικαιοσύνης ἐφρόντιζε· διὸ καὶ τὸ σῶμα αὐτοῦ φασὶν ἀφανὲς γεγονέναι, τοῖς μετέπειτα δικαίοις ἀγαθὰς ἐλπίδας ὑποφαῖνον. Ὁ δὲ Κάῖν πρῶτος ἄροτρον εὗρε, καὶ πόλιν ἔκτισε ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ενών. Καὶ ὅτι μετὰ τὴν καταδίκην ἅρπαξ καὶ πλεονέκτης ἐγένετο, μέτρα καὶ σταθμὰ καὶ ὅρους γῆς πρῶτος ἐπινοήσας, καὶ τοὺς οἰκείους εἰς ἓν συναγαγὼν ἐν πολέμοις ἀσχολεῖσθαι ἐδίδασκεν. Οὗτος χθαμαλὸς ἦν ἀπὸ τῆς κατάρας τοῦ Θεοῦ, καὶ πάντες οἱ ἐξ αὐτοῦ γενόμενοι. ᾬκει δὲ τὴν γῆν, ἥτις ἐστὶ τρέμουσα, χθαμαλὴν οὖσαν κεχωρισμένος ὑπάρχων ἀπὸ τῆς τοῦ Σὴθ γενεᾶς κατὰ πρόσταξιν τοῦ Ἀδάμ. Οὗτος ὁ Κάῖν, ὡς ἡ Λεπτὴ Μωσέως Γένεσις φησὶν, τῆς οἰκείας πεσούσης ἐπ´ αὐτὸν τελευτᾷ· λίθοις γὰρ τὸν ἀδελφὸν Ἄβελ ἀπέκτεινε, καὶ λίθοις ὁμοίως καὶ αὐτὸς ἀπεκτάνθη. Ὅτι ὁ Σὴθ τρίτος υἱὸς ἀναγέγραπται Ἀδάμ· ς τὴν ἰδίαν ἀδελφὴν Ἀσουὰμ καλουμένην γήμας ἐγέννησε τὸν Ἐνώς. Σημαίνει δὲ Σὴθ ἐξανάστασιν. Ὠνομάσθη δὲ καὶ Θεὸς διὰ τὴν λάμψιν τοῦ προσώπου αὐτοῦ, ἢν ἔσχεν ἐν ὅλῃ αὐτοῦ τῇ ζωῇ. Ταύτην δὲ τὴν χάριν καὶ Μωσῆς ἔχων, τὸ κάλυμμα τιθείς ὡμίλει τοῖς Ἰουδαίοις. Ἑπὶ χρόνοις τεσσαράκοντα, τοῖς τε ἑπτὰ πλανήταις ὀνόματα τεθεικὼς, καὶ τὴν τῶν οὐρανίων κινήσεων σοφίαν ἐπενόησε. Καὶ στήλας δύο, λιθίνην τε καὶ πλινθίνην, κατασκευάσας ἐκεῖ ταῦτα ἔγραψεν, εἰδὼς τὴν τοῦ παντὸς φθορὰν καὶ ὡς εἰ μὲν ἐξ ὕδατος γένηται, τὴν λιθίνην σώζεσθαι, εἰ δὲ διὰ πυρὸς, τὴν πλινθίνην· ἥτις σώζεται, ὡς Ἰώσηπος μαρτυρεῖ, εἰς τὸ Σίριδον ὄρος, ἕως καὶ νῦν. Οὐτος καὶ τὰ Ἑβραῖκὰ γράμματα συνεγράψατο. Τῷ γὰρ διακοσιοστῷ τριακοστῷ ἔτει τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σὴθ, καὶ γενόμενος ἐτῶν δώδεκα ἀπεγαλακτίσθη· καὶ τῷ διακοσιοστῷ ἑβδομηκοστῷ ἕτει τοῦ Ἀδὰμ ὁ Σὴθ ἁρπαγεὶς ὑπὸ ἀγγέλου ἐμυάθη τὰ περὶ τῆς παραβάσεως μέλλοντα ἔσεσθαι τῶν υἱῶν