Ancient Greek
1.28
Georgius Cedrenus, Compendium Historiarum 1.28
Unproofread scanNot analysed yet
αὐτοῦ τοι τῶν ἐγρηγόρων, οἵτινες καὶ υἱοὶ Θεοῦ ἐλέγοντο) καὶ τὰ περὶ τοῦ κατακλυσμοῦ καὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Ἡμέρᾳ δὲ τεσσαρακοστῇ ἄφαντος γεγονὼς, ἐλθὼν διηγήσατο τοῖς πρωτοπλάστοις ὅσα ἐμυήθη διὰ τοῦ ἀγγέλου. Εὐειδὴς δὲ ἧν καὶ εὐδιάπλαστος σφόδρα αὐτός τε καὶ οἱ ἐξ αὐτοῦ γεννώμενοι, Ἐγρήγορες καὶ υἱοὶ Θεοῦ διὰ τὴν λάμψιν τοῦ προσώπου τοῦ Σὴθ λεγόμενοι· καὶ τὴν ὑψηλοτέραν γῆν τῆς Ἐδὲμ ᾤκουν, πλησίον τοῦ παραδείσου ἀγγελικῶς βιοῦντες, ἕως τοῦ χιλιοστοῦ κοσμικοῦ ἔτους. Τούτων τὴν ἐνάρετον πολιτείαν μὴ φέρων ὁ ἀρχέκακος βλέπειν, εἰς τὴν ὡραιότητα τῶν θυγατέρων τῶν ἀνθρώπων ἥτοι τοῦ Κάῖν αὐτοὺς ἔτρωσεν. Ρ. θ.] Ὅτι τὸ, «Ἐνὼς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ πρῶτος» προσαγορεύεσθαι ὀνόματι Θεοῦ, ἔστιν. Ἐνὼς γὰρ ἐρμηνεύεται ἄνθρωπος κατὰ τὸν Ἑβραϊκὸν νοῦν· οὕτως ὁ Σωτὴρ Υἱὸς ὄντως ἀνθρώπου, κατὰ τὸν φυσικὸν λόγον Ἀφρικανοῦ. Ἐνὼς δὲ γεννᾷ τὸν Μαλελεὴλ, ὁ δὲ τὸν Ἰάρεδ, ἐξ οὗ Ἐνώχ. Οὗτος πρῶτος γράμματα μανθάνει καὶ διδάσκει, καὶ θείων μυστηρίων ἀποκαλύψεως ἀξιοῦται. Καὶ πρώτη περίοδος τῶν πεντακοσίων τριάκοντα δύο ἐτῶν πληροῦται· ἦν δὲ χρόνος τοῦ μὲν Σὴθ τριακόσιοι δύο, τοῦ δὲ Ἐνὼχ ἐννενηκονταοκτώ, Ὅτι Ἀδὰμ τῷ ἑξακοσιοστῷ ἔτει μετανοήσας ἔγνω δι´ ἀποκαλύψεως τὰ περὶ τῶν ἐγρηγόρων καὶ τοῦ κατακλυσμοῦ, καὶ τὰ περὶ μετανοίας καὶ τῆς θείας σαρκώσεως, καὶ περὶ τῶν καθ´ ἑκάστην ὥραν ἡμερινὴν καὶ νυκτερινὴν ἀναπεμπομένων εὐχῶν τῷ Θεῷ ἀπὸ πάντων τῶν κτισμάτων δι´ Οὐριὴλ τοῦ ἐπὶ τῆς μετανοίας ἀρχαγγέλου, οὕτως· Ὦρᾳ πρώτῃ ἡμερινῇ πρώτη εὐχὴ ἐπιτελεῖται ἐν τῷ οὐρανῷ, δευτέρᾳ εὐχὴ ἀγγέλων, τρίτῃ εὐχὴ πτηνῶν, τετάρτῃ εὐχὴ κτηνῶν, πέμπτη εὐχὴ θηρίων, ἔκτῃ ἀγγέλων παράστασις καὶ διάκρισις πάσης κτίσεως, ἐβδόμη ἀγγέλων εἴσοδος πρὸς Θεὸν καὶ ἔξοδος ἀγγέλων, ὀγδόῃ Καἴνεσις καὶ θυσίαι ἀγγέλων, ἐννάτῃ δέησις καὶ λατρεία ἀνθρώπου, δεκάτῃ. ἐπισκοπαὶ ὑδάτων καὶ δεήσεις οὐρανίων καὶ ἐπιγείων, ἑνδεκάτῃ ἀνθομολόγησις καὶ ἀγαλλίασις πάντων, δωδεκάτῃ ἔντευξις ἀνθρώπων εἰς εὐδοκίας. Τῷδὲ ἐννακοσιοστῷ τριακοστῷ ἔτει Ἀδὰμ ἐκοιμήθη κατ´ αὐτὴν τῆς παραβάσεως ἡμέραν, καὶ εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀπῆλθε, καταλείψας ἄῤῥενας υἱοὺς λγ´ καὶ θυγατέρας κζʹ. Οὗτος ἡγεμόνευσε τοῦ γένους τῶν ἀνθρώπων δι´ ὅλης αὐτοῦ τῆς ζωῆς. Ἡ δὲ ταφὴ αὐτοῦ κατὰ τὴν τῶν Ἰεροσολύμων γέγονε γῆν, ὡς Ἰώσηπος ἰστορεῖ. Τῷ αὐτῷ χρόνῳ καὶ Κάῖν ἀπέθανε, πεσόντος ἐπ´ αὐτὸν τοῦ οἰκήματος, μετ´ ἐνιαυτὸν ἕνα τῆς τοῦ Ἀδὰμ τελευτῆς.