Ancient Greek
1.283
Georgius Cedrenus, Compendium Historiarum 1.283
Unproofread scanNot analysed yet
κατά σε θᾶττον. Ταύτῃ τοι καὶ τὸν μέγαν Ἀθανάσιον εἰς κοινωνίαν αὐτὸν δέξασθαι παρεκελεύσατο ὡς ἅτε μετανοήσαντα. Τοῦ δὲ μὴ καταδεχομένου, γινώσκοντος ἀκριβῶς τὴν Ἀρείου δυστροπίαν, ἐξορίζει τοῦ θρόνου τὸν ἅγιον, πιστεύσας καὶ τὰς κατ´ αὐτοῦ γενομένας ὑπὸ τῶν Ἀρειανῶν λοιδορίας. Καὶ οὐ θαῦμα· πολλάκις γὰρ καὶ θεῖοι ἄνδρες κατά τινων εὐσεβῶν διαβολὴν ἀκρίτως παραδεξάμενοι παρετράπησαν τῆς ἀληθείας καὶ τοὺς εὐσεβεῖς παρέβλαψάν τε καὶ παρελύπησαν, ὥσπερ οὖν καὶ ὁ θεσπέσιος Δαβὶδ ἐξαπατηθεὶς ὑπὸ τοῦ οἰκέτου Σιβὰ, κατὰ τοῦ δεσπότου Μεμφιβοσθὲ ψευδηγοροῦντος ὡς ὅτι τὰ τοῦ τυράννου Ἀβεσαλὼμ φρονεῖ, τοῦτον παρέβλαψε καὶ τῶν ἰδίων ἀποστερήσας. Ρ. Θβθ] τῷ οἰκέτη προσεκλήρωσεν. Ὅθεν χρὴ μετὰ πολλῆς ἀκριβείας τε καὶ σκέψεως ἐρευνᾷν τὰς κατηγορίας, καὶ μὴ ὡς ἔτυχε πιστεύειν τοῖς κατηγοροῦσι, κἂν ἄγαν ὡσιν ἀξιόπιστοι. Διὸ δὴ καὶ Νικόδημος πρὸς τοὺς παρανόμους Ἰουδαίους καταφορικῶς τε καὶ ἐντρεπτικῶς ἔφη· Μὴ ὁ νόμος ὑμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ´ αὐτοῦ πρῶτον καὶ γνῷ τί ποιεῖ· Ἀμέλει γέ τοι καὶ οἱ τῶν ἔξω σοφοὶ τοῦτο προδής λως ὑπεμφαίνοντες οὕτω φασίν· Εἰ μὲν ἀμφιβήτησις κρίνει, ἀναρτάσθω, εἰ δὲ κρίσις, τοὺς ἐλέγχους βασανιζέτω, εἰ δὲ βάσανος, τὸ δέον ὁριζέτω· ὁ δὲ ὄρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω. Καὶ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ θεῖος Λόγος οὕτως φησίν· Ἔστω δὲ ὁ κριτὴς ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων παρὰ τὸ προσῆκον, μήτε πένητος φειδόμενος. Οὐ λήψῃ γὰρ, φησί, πρόσωπον δυνάστου, καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. Ὅτι τοῦ Θεοῦ ἡ κρίσις δικαίως τὸ δίκαιον διώξεται, καὶ οὐκ ἀρέσῃ τῷ δικαίῳ οὐδὲν ἄδικον. Ὅθεν οὐ δεῖ πιστεύειν ὡς ἔτυχε τοῖς κατηγοροῦσιν ἀκρίτως καὶ ἀβασανίστως. Ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι ψευδηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι κατὰ Σωσάννης καὶ ἡ Αἰγυπτία ἐπὶ τοῦ Ἰωσήφ. Σὺ οὖν ὡς Θεοῦ ἄνθρωπος τὰ τοιαῦτα μὴ προχείρως παραδέχου, καὶ μὴ ἀνέλῃς τὸν ἀθῶον, καὶ μὴ ἀποκτείνῃς τὸν δίκαιον, οὐδὲ λήψῃ δῶρα ψυχὴν πατάξαι· τὰ γὰρ δῶρα ἐκτυφλοῦσιν ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνονται ῥήματα δίκαια. Εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώσεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ· καὶ ἀποδείξαντες αὐτὸν συκοφάντην, ποιήσατε αὐτῷ καθ´ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον, καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐκ μέσου ὑμῶν. Ὅσον γὰρ ἐπὶ´ αὐτῷ, ἐφόνευσε τὸν ἀδελφὸν, προκαταλαβὼν τὰ ὡτα τοῦ κριτοῦ. Γέγρα πται γάρ· Ὁ ἐκχέων αἶμα ἀνθρώπου, ἀντὶ τοῦ αἷματος ἐκείνου ἐκχυθήσεται τὸ αἷμα αὐτοῦ. Ἀλλὰ μηδὲ εἷς παραδεχέσθω μαρτυρῶν κατά τινος, κἂν λίαν ἦ ἀξιόπιστος. Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων πᾶν ῥῆμα βεβαιωθήσεται, εἰπεν ὁ Κύριος. Εἰ