Ancient Greek
1.284
Georgius Cedrenus, Compendium Historiarum 1.284
Unproofread scanNot analysed yet
οίνυν τὸ μὲν εὐρεῖν τὸ δίκαιον ἔργον, τὸ δὲ μὴ διαφθείρειν ἐργωδέστερον ἐπειδὰν εὑρεθῇ, οὐ δεῖ ἐπιῤῥίπτειν ἑαυτόν τινα τῷ κρίνειν. Τότε γοῦν ὀρθῶς ὅρος ιῆς δικαιοσύνης σώζεται, ὅταν τῇ μὲν αἰτίᾳ ἡ κρίσις, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος ἡ πρὸς ποιότητα τοῦ ἁμαρτήματος τὴν τιμωρίαν ὁρίζουσα. [Ρ. Δθθ] Ἰστέον τοίνυν ὡς ἐν τῇ Παλαιᾶ Διαθήκη περὶ τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ Τριάδος μυστικῶς ἡ διδασκαλία ἐγκατέσπαρται, ὡς καὶ Φίλωνα καίτοι γε Ἰουδαῖον ἄνδρα ὑπάρχοντα καὶ ζηλωτὴν, δι´ ὧν καταλέλοιπε συγγραμμάτων, ἀπομάχεσθαι τῇ οἰκείᾳ θρησκείᾳ. Βασανίζων γὰρ τὸ εἰρημένον, Ἑν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον, ἠναγκάσθη ὑπὸ τῆς ἀληθείας καὶ ἐξεβιάσθη καὶ τὸν τοῦ Θεοῦ Λόγον θεολογῆσαι. Τί γὰρ εἰ καὶ δεύτερον τὸν συναΐδιον Λόγον τῷ Πατρὶ καὶ ἀριθμοῦ καὶ χρόνων ἀνώτερον ὄντα καλεῖ, τής ἀληθείας μὴ ἐφικνούμενος; Ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσὡπου. Οὐκ ἐνταῦθα δὴ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τὸ Θεὸς καὶ τὸ Κύριος ἑρμηνεῦσαι πειρώμενος τῆς βασιλικωτάτης Τριάδος ἔννοιαν ἔσχε. Φάσκων γὰρ ἕτι εἶς ἐστιν ὁ Θεὸς, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας Τριάδος τὸ τῶν μὲν πάντη διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν ἀφθονώτερον. Καὶ οὑτω κατὰ κράτος εἶλεν αὐτοῦ τὴν ψυχήν ὡς ἀναγκασθῆναι διαῤῥήδην τοῦτο φάναι καὶ ἐν γράμμασι καταλεῖψαι. Δύο μὲν γὰρ εἶπε τὰς τοῦ ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ εὐεργετικὴ φύσει καλεῖται Θεὸς, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ Κύριος· οὐ πόῤῥω βαίνων τοῦ φήσαντος· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· δύναμις οὐκ ἀνυπόστατος, ἀλλ´ ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑποστάσεως δημιουργὸς, καὶ ἰσοσθενὴς ἐκείνου οὗ δύναμίς ἐστι. Καὶ πάλιν ὁ αὐτὸς Φίλων περὶ Θεοῦ θεάματος, οὗ εἶδε Μωϋσῆς ἐν τῇ βάτῳ, ἐκφράζων ἔφη· Θέαμα ἐκπληκτικώτατον. Εἶτα ὁρᾷ μετ´ ὀλίγον κατὰ μέσον τῆς φλογὸς μορφήν τινα περικαλλεστάτην, ἐμφερῆ οὐδενὶ τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσαν· ἣν ἐάν τις ὑπετόπησεν εἰκόνα τοῦ ὄντος εἶναι, καλῶς ὑπείληφεν. Εἰ δέ τις περὶ τῆς εἰκόνος ἀκριβῶς μαθεῖν βούλεται, ἀκουέτω Παύλου λέγοντος περὶ τοῦ Υἱοῦ· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Οὐκοῦν κἀκεῖνος θεολογίας ὀρθοδόξου ἅπτεται. Μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ ἰδίᾳ θρησκείᾳ ἀπομάχεσθαι. Ἀλλ´ ἐκεῖνο ἐννόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεολογίαν, ὡς οἱ ἀπαίδευτοι καὶ κακόσχολοι τῶν Ἰουδαίων καθηγηταὶ προλήψει τινὶ κατεχόμενοι δογματίζουσιν. Οὐκ ἐκ πούτων δὲ μόνων πληκτικωτάτων ὄντων εἰς ταύτην προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ· «Ποιήσωμεν ἄνθρωπον κατ´ εἰκόνα ἡμετέραν καὶ καθ’´ ὁμοίωσιν·» καὶ ἐκ τοῦ, «Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου·» καὶ ἐκ τοῦ, «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,» καὶ ἐκ [Ρ. θ] τοῦ «ὅτι ἐν σοὶ ὁ Θεὸς, καὶ σὺ εἶ ὁ Θεός.» Τοὺς γὰρ λέγοντας