Ancient Greek
1.285
Georgius Cedrenus, Compendium Historiarum 1.285
Unproofread scanNot analysed yet
ὄτι μυριάκις ἐστὶν ἅγιος ὁ Θεὸς, καὶ τὸ Ἄγιος, ἅγιος, ἅγιος Κύριος παρερμηνεῦσαι τολμὴντας, λαμπρῶς ἐλέγχει τὸ «Ἐζεζήτησα τὸ πρόσωπόν σου, τὸ πρόσωπόν σου, Κύριε, ζητήσω, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ´ ἐμοῦ.» Εἰ μὴ γὰρ τὴν ἁγίαν ἀνεκήρυττε μυστικῶς Τριάδα ὁ φράσας, περιττολογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκην. Οὐ μόνον δὲ ἐν τούτῳρῆναι γὰρ οἷμαι ἐπὶ σαφέστερον ὁρμῆσαι ῥητὸν), ἀλλὰ καὶ ἐν τῷ, «Θῦσον τῷ Θεῷ θυσίας αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με.» Εἰ μὴ γὰρ ἡ Τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἔδει ῥηθῆναι. Θῦσον τῷ Θεῶ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι οὐτὸν ἱν ἡμέρα θλίψεώς σου, καὶ ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν. Καὶ οὕτω μὲν οὐκ ἐῤῥήθη, εἴρηται δὲ ὡς εἴρηται. Σαφῶς γὰρ διὰ τούτων καὶ δι´ ἄλλων πολλῶν ἢ Παλαιὰ Διαθήκη κηρύττει ὅτι οὐχ ἑνὸς προσώπου σημαίνει δεσποτείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων μιᾶς δὲ οὐσίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύση τὴν ὡς ἐο´ ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν. Οἱς καὶ Σαβέλλιος ἠκολούθησεν. σως δὲ ἐκ τῆς ἄγαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος εἰς τὸ μίαν ὑπόστα σιν δογματίσαι νευρωθεὶς, τὴν πολυθεΐαν Ἑλλήνων ἐξωστράκισεν, ὢν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι φοιτηταὶ, τὴν τῶν ὑποστάσεων διαφοράν εἰς τὴν οὐσίαν παραλόγως ἑλκύσαντες. Εἰ δέ τις φαίη, μὴ σαφῶς καὶ διαῤῥήδην ἐξ ἀρχῆς ταῦτα κεκήρυκται οαἴῃν ὅτι μάλιστα τοῖς συνατῶς ἀκούουσι λαμπρά ἐστιν αὕτη καὶ ἀπόδειξις καὶ διδασκαλία, ὼς καὶ τῶ σοφῷ ἔδοξε Φίλωνι. Εἰ δὲ καὶ συνεσκιασμένως ἐῤῥέθη, ἐκεῖνο λογίζεσθαι χρὴ, ὅτι Ἰουδαίοις τοῖς εἰς πολυθεΐαν ῥέπουσι νομοθετοῦντες οὐκ ἐδοκίμασαν διαφοράν προσώπων εἰσαγαγεῖν, ἵνα μὴ διάφορον φύσιν ἐν ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες εἰς εἰδωλολατρίαν ἑλκυσθῶσιν, ἀλλὰ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα κατὰ μικρὸν τὸ σῶν ὑποστάσεων ἀναδιδαχθῶσι δόγμα, τὸ πάλιν εἰς ἑνότητα φύσεως ἀνατρέχον, ὡς εἰναι τὰ μὲν ἑνικῶς λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικὰ, τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμὸν τῆς τῶν ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν οὐσίαν συναγομένης. Τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι Ἑλληνικὸν, τὸ δὲ ἓν πρόσωπον ἤγουν μίαν ὑπόστασιν Ἰοι»δαῖκόν· τὸ δὲ πλατύνοντας εἰς τὴν ἀγίαν καὶ ὁμοούσιον Τριάδα τὰς ὑποστάσεις εἰς μίαν οὐσίαν [Ρνα] συνάγειν, ὀρθότατόν ἐστι ναὶ ἀληθινὸν τὸ δόγμα. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, οὐκ ἔστι φυσικὰς ἀποδείξεις κατὰ πάντα παραστῆσαι τῶν ὑπὲρ φύσιν πραγμάτων. Εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ λόγος ἐγένετο, ἀλλ´ οὐ ψιλὸς ἄνθρωπος ὁ Χριστὸς ἐνανθρωπήσας, μᾶλλον δὲ Θεὸς ἐξ ἑκατέρων τῶν φύσεων εἷς ὑπάρχει Υἱὸς Θεοῦ Θεὸς ὑπερούσιος, εἰ καὶ διαῤῥήγνυντωι