Ancient Greek
1.400
Georgius Cedrenus, Compendium Historiarum 1.400
Unproofread scanNot analysed yet
κανονίσαντος κρατῆσαι ἐν ἰσχύι μὲν ἔτη τθʹ, ἐν δὲ συστροφῇ καὶ ἀκαταστασίᾳ καὶ συμφορᾷ ἕτερα ἔτη νϛʹ. ὡς εἶναι τὴν διακράτησιν αὐτῶν ἅπασαν εὐτυχοῦσαν καὶ δυστυχοῦσαν ἔτη τἕεʹ, ἐν τῷ Εʹ ἐνιαυτῷ, καθά φησι καὶ ὁ προφήτης Ἡσαΐας· Τάδε λέγει Κύριος· Ἕτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, καὶ ἐκλείψει ἡ δόξα Κηδὰρ, καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων υἱῶν Κηδὰρ τῶν ἰσχυρῶν ἔσται ὀλίγον. Λείπει οὖν ἕως τῆς. . . ,ἐὰν ἄρα καλῶς ἐθεμάτισεν ὁ ἀστρονόμος Στέφανος· ἀλλ´ ὡς οἷμαι λεπτὸν παχὺ ἔλαθεν ἐκεῖνον. Χρὴ δὲ εἰδέναι ὅτι ὁ Κηδὰρ δεύτε. ρος υἱὸς τοῦ Ἰσμαὴλ ἦν. Τούτῳ τῷ ἔτει τελέσας ὁ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ Πάσχα, εὐθέως τῇ δευτέρᾳ ἑσπέρᾳ ἐκίνησε κατὰ Περσίδος, λαβὼν ἀπὸ τῶν εὐαγῶν οἵκων καὶ ἐκκλησιῶν χρήματα ἐν δανείωπορίαν γὰρ εἶχε τὸ παλάτιον· καὶ ταῦτα ἐχάραξε νομίσματα καὶ μιλιαρίσια, καταλιπὼν τὸν ἴδιον υἱὸν σὺν τῷ πατριάρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοικεῖν τὰ πράγματα, σὺν Βόνῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπειραμένῳ. Ἔγραψε δὲ καὶ πρὸς τὸν Χαγάνον παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ῥωμαίων πράγματα ὡς [Ρ. Ο] φιλίαν σπεισάμενον πρὸς αὐτὸν, καὶ ἐπίτροπον τοῦ ἰδίου υἱοῦ τοῦτον ὡνόμασεν, Ὁ Χοσρόης δὲ Σαήν τὸν ἡγεμόνα μετὰ πολλῆς δυνάμεως κατὰ Ῥωμαίων ἀποστείλας πᾶσαν τὴν Ἀνατολὴν ἠφάνισεν. Ἐλθὼν δὲ ἐν Χαλκηδόνι ἰκανὸν χρόνον παρεκάθισεν. Ὅς τὸν Ἱράκλειον μεθ´ ὑποκρίσεως προσκαλε. σάμενος τὰ πρὸς εἰρήνην ὡμίλησεν· ὁ δὲ τοῖς δολίοις Χόγοις πιστεύσας αὐτοῦ ἐκπέμπει σὺν αὐτῳ πρέσβεις μεγιστᾶνας πρὸς Χοσρόην οʹ, οὓς παραλαβὼν ἀτίμους καὶ δεσμίους ἀπήγαγεν ἐν Περσίδι. Ὁ δὲ Χοσρόης τὸν μὲν Σαήν ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα ἐκδαρῆναι ἐκέλευσε, τοὺς δὲ πρέσβεις ἐν φρουραῖς καὶ κακουχίαις κατεδίκασεν· ὑπὲρ ὡν ἀθυμία καὶ θλῖψις πολλὴ κατέσχε τὸν βασιλέα. Εἶτα πάλιν Χοσρόης ἀπέστειλεν ἕτερον ἄρχοντα κατὰ Ῥωμαίων, ὀνόματι Σάρβαρον, ὃς μετὰ πλείστης δυνάμεως ἦλθε πρὸς τὴν Ἀσίαν, τὴν Ῥωμανίαν ληϊζόμενος. Ὁ δὲ βασιλεὺς βουλόμενος πρὸς Περσίδα χωρεῖν τάδε πρὸς τὸν πατριάρχην ἔφη· Εἰς χεῖρας τοῦ Θεοῦ, καὶ τῆς Θεομήτορος, καὶ σοῦ ἀφίημι τὴν πόλιν ταύτην καὶ τὸν υἱόν μου. Καὶ εἰσελθὼν εἰς τὴν Μεγάλην Ἐκκλησίαν, μέλανα ὑποδήματα περιβαλόμενος καὶ πρηνὴς πεσὼν ηὔξατο οὕτως· Δέσποτα Θεὲ, καὶ Κύριε Ἰησοῦ Χριστὲ, μὴ παραδῷς ἡμᾶς εἰς ὄνειδος τοῖς ἐχθροῖς σου διὰ τὰς ἁμαρτίας ἡμῶν, ἀλλ´ ἐπιβλέψας ἐλέησον, καὶ τὴν κατὰ τῶν ἐχθρῶν σου νίκην δὸς ἡμῖν, ὅπως μὴ καυχήσονται οἱ ἀλάστορες κατὰ τῆς σῆς κληρονομίας ἐπαιρόμενοι. Ὄν ἰδών Γεώργιος ὁ Πισσίδης μετὰ τοιαύτης ταπεινώσεως ἔφη· Ὦ βασιλεῦ, μελεμβαφὲς πέδιλον εἴλίξας πόδα, βάψαις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων. Λαβὼν δὲ