Ancient Greek
1.401
Georgius Cedrenus, Compendium Historiarum 1.401
Unproofread scanNot analysed yet
Τεθ μετὰ χεῖρας τὴν θεανδρικὴν ἀχειροποίητον μορφὴν τοῦ Κυρίου· καὶ Θεοῦ ἡμῶν, κατὰ Περσῶν ἐστράτευσε μετὰ πλοίων διὰ τοῦ Εὐξείνου πόντου, προσλαβόμενος εἰς συμμαχίαν πλήθη Τούρκων καὶ ἄλλων ἐθνῶν. Ἀπάρας τοίνον τῆς βασιλίδος πρὸς Περσίδα χωρεῖ, καὶ διὰ τῶν Ῥωμαῖκῶν θεμάτων διερχόμενος συνέλεγε στρατόπεδα, προστιθείς αὐτοῖς καὶ νέον στρατὸν, οὐς καὶ γυμνάζων τὰ πολεμικὰ ἔργα ἐξεπαίδευσε. Διχῆ γὰρ διελών τὰς παρατάξεις σὺν βοῇ πρὸς ἀλλήλους ἀναιμωτὶ ποιεῖν ἐκέλευε, κραυγάζειν τὸ πολεμικὸν καὶ παιᾶνας καὶ ἀλαλαγμόν. Καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα κἂν ἐν πολέμῳ εὐρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαῤῥοῦντες ὡς εἰς παίγνιον κατὰ τῶν Περσῶν χωρῶσιν, Ὁ δὲ βασιλεὺς τὴν σεβασμίαν εἰκόνα τῆς θεανδρικῆς μορφῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦῶ ἐν ταῖς χερσὶ κατέχων ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσεται καὶ ὡς τέκνα οἰκεῖα τούτους περιθάλψει· ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον []ἐν πόθῳ ἔχειν. Εὑρὼν δὲ τὸν στρατὸν εἰς φόβον πολὺν καὶ διχόνοιαν ἀταξίαν τε καὶ ἀκοσμίαν, καὶ εἰς πολλὰ μέρη διεσπαρμένον, συντόμως πάντας εἰς ἓν συνήγαγε, καὶ νουθετήσας πολλὰ τούτων τὸ φρόνημα ἀνέστησε καὶ κατὰ τῶν Βαρβάρων ὥπλισε, παραγγείλας ἀδτκίας μὲν ἀπέχεσθαι, εὐσεβείας δὲ ἀντέχεσθαι. Παραγενόμενος δὲ ἐν τοῖς μέρεσι τῆς Ἀρμενίας προτρέχειν πλῆθος ἰππέων Περσικῶν ἤκουσε πρὸς τῷ ἐπιπεσεῖν ἄφνω τῷ βασιλεῖ Ῥωμαίων. Οἱ δὲ προτρέχοντες πάλιν Ῥωμαῖοι τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ πολλοὺς αὐτῶν ἀνεῖλον. Ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς πρὸς τὸ τοῦ Πόντου κλίμα ἔδοξε τοῖς Βαρβάροις ἐν τούτῳ παραχειμάζειν. Λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδαεἰσβάλλει. Τοῦτο μαθόντες οἱ Βάρβαροι εἰς ἀθυμίαν ἦλθον. Ὁ δὲ στρατηγὸς αὐτῶν ἔρχεται ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ῥωμανίαν ἐξελθὼν τούτους περιτρέψῃ. Φοβηθεὶς δὲ πάλιν ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ῥωμαίων στρατοῦ, κλέψαι τὸν πόλεμον μεριμνῶν διὰ νυκτὸς ἀφεγγοῦς. Ἡ δὲ σελήνη ὑπέστη κατ´ αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος. Κἀκ τούτου δειλιῶν τῷ βασιλεῖ προσβαλεῖν τὰ ὄρη καταλαμβάνει. Ἐκεῖθεν δὲ κατερχόμενος λάθρα συμπλοκὰς μερικὰς ἐποιεῖτο, καὶ ἐν παντὶ οἱ Ῥωμαῖοι ἐπρώτευον· καὶ θάρσος ἔλαβεν ὁ στρατὸς, τὸν θασιλέα ὁρῶν προπηδῶντα εὐτόλμως καὶ προπολεμοῦντα. Καὶ δὴ συμβολῆς καρτερᾶς γενομένης νικῶσι Ἑωμαῖοι, καὶ πασαν τὴν ἀποσκευὴν αὐτῶν λαμβάνουσι, σφάζουσι δὲ ἅπαν τὸ Περσικὸν πλῆθος, ὀλίγων τι νῶν διαδράντων. Ὅθεν οἱ Ῥωμαῖοι τῷ Θεῷ καὶ τῷ βασιλεῖ ηὐχαρίστουν. Ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ στρατηγῷ καταλιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι, αὐτὸς εἰς τὸ Βυζάντιον ὑπέστρεψε.