Ancient Greek
1.437
Georgius Cedrenus, Compendium Historiarum 1.437
Unproofread scanNot analysed yet
καὶ βλέπει τὸν στόλον ἐπὶ τὴν πόλιν ἐρχόμενον. Καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησε Τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς εἰς τὸν Δαματρύα ἀνῆλθεν. Ὁ δὲ Φιλιππικὸς εὐθὺς ἀποστέλλει τὸν Ἡλίαν μετὰ λαοῦ κατὰ Ἰουστινιανοῦ, Μαῦρον δὲ τὸν πατρίκιον κατὰ Τιβερίου. Ὃς ἐν Βλαχέρναις πορευθεὶς εὗρε Τιόέριον κρατοῦντα τὰ τίμια ξύλα καὶ τὴν ἁγίαν τράπεζαν, ἔξωθεν δὲ τοῦ βήματος Ἀναστασίαν τὴν τοῦ [Ρκθ] πατρὸς αὐτοῦ μητέρα. ἦτις πολλὰ ἐδυσώπει αὐτὸν μὴ ἀνελεῖν Τιβέριον. Ἐν τούτοις Ἰωάννης ἐλθὼν βίᾳ ἀφαρπάζει τοῦ βήματος τὸν ἀπὸ τῆς Χαζόρας Τιβέριον, καὶ ἐν τῷ τῆς Καλλινίκου παραπορτίῳ ἐκβαλὼν δίκην προβάτου ἐλαρυγγοτόμησεν. Ὁ δὲ Ἡλίας εἰς λόγους ἐλθὼν τῷ μετὰ τοῦ Ἰουστινιανοῦ στρατῷ καὶ λόγον ἀπαθείας δοὺς αὐτῶ πρὸς ἐαυτὸν εἵλκυσε. Μόνου δὲ ὑπολειφθέντος Ἰουστινιανοῦ, ἐν θυμῷ δραξάμενος τοῦ τραχήλου αὐτοῦ Ἠλίας τῷ παραμηρίῳ τὴν κεφαλὴν αὐτοῦ ἐξέτεμε καὶ πρὸς Φιλιππικὸν ἀπέστειλεν. Αὐτὸς δὲ ἄχρι Ῥώμης ταύτην ἐξέπεμψεν. Ὁ δὲ προλεχθεὶς μοναχὸς, ὁ αἱρετικὸς καὶ ἀστρονόμος τῶν Καλλιστράτων, πρὸ τοῦ βασιλεῦσαι Φιλιππικὸν ἐχρησμοδότει αὐτῷ λέγων· Ἐπεὶ ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο, ἐὰν βασιλεύσῃς, ῥῖψον αὐτὴν, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία πολυχρόνιος καὶ κραταιά. Ὁ δὲ συνέθετο μεθ´ ὅρκου τοῦτο ποιῆσαι ασιλεύσας δὲ ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ, καὶ ἔῤῥιψε τὴν ἀγίαν καὶ αἰκουμενικὴν ἕκτην σύνοδον. Καὶ τῷ αὐτῷ χρόνω ἐτυφλώθη ὁ μάταιος. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς Ἐκκλησίας, Ἰωάννην τὸν αὐτοῦ συμΟυτος ὁ Φιλιππικὸς ὁ καὶ Βαρδάνης ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως καὶ αἰσχρῶς τὸν βίον αὐτου διατελῶν πάντη ἀδόκιμος ἐδείκνυτο. Ἐμμανῶς γὰρ κινηθεὶς κατὰ τῆς ἁγίας ϛʹ συνόδου ἀνατρέπειν ἔσπευδε τὰ ὑπ´ αὐτῆς δογματισθέντα θεῖα δόγματα. Εὗρε γὰρ ὁμόφρονας αὐτοῦ αὐτόν τε τὸν Ἰωάννην, ὃν ἐποίησε πατριάρχην, καὶ ἄλλους ὁμόφρονας αὐτοῦ, καὶ ἐγγράφως ἀνεθεμάτισαν αὐτήν. Τῷ δ´ αὐτῷ χρόνῳ οἱ Βούλγαροι διὰ τοῦ ψιλέα λάθρα τῷ στενῷ ἐπιῤῥίψαντες ἕως τῆς Χρυσῆς πόρτης διέδραμον. Τὸν δὲ ἀριθμὸν τῶν σφαγέντων καὶ αἰχμαλωτισθέντων, ὑπὲρ ἀριθμὸν ὄντα, γοι ει ϛαλ οΠοιπὶ Οε ροεεῖί. Ιρεί ἰίωοῖ ολΒ λέγειν οὐκ ἔχομεν. Λὐτοὶ δὲ ἀβλαβεῖς εἰς τὴν χωραν αὐτῶν ὑπέστρεψαν Τῶ βʹ ἕτει ἔδοξε τῷ Φιλιππικῷ μετά τινων πολστῶν ἀριστῆσαι. Ἐν δὲ τῷ σαββάτῳ τῆς Πεντηκοστῆς μεσημβριάζων, ἐξάπινα διὰ τῆς χρυσῆς πόρτης εἰσελθών Ῥοῦφος πρωτοστράτηγος τοῦ Ὀψικίου, μεθ´