Ancient Greek
1.438
Georgius Cedrenus, Compendium Historiarum 1.438
Unproofread scanNot analysed yet
ὧν εἶχεν ἐν τῇ Θράκῃ. καὶ εἰσδραμών εἰς τὸ παλάτιον ἤρπασε τὸν Φιλιππικὸν καὶ ἤγαγεν εἰς τὸ ἀρματώριον τῶν Πρασίνων, καὶ ἐτύφλωσεν αὐτὸν μηδενὸς γνόντος. Τῇ δὲ ἐπαύριον, ἥγουν τῇ Κυριακῇ τῆς Πεντηκοστῆς, συναχθέντος τοῦ λαοῦ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρῆτις, μετονομασθεὶς Ἀναστάσιος, ὑπὸ Ἰωάννου πατριάρχου αἱρετικοῦ, ἔτη βʹ. Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη βʹ. Οὕτος λογιώτατος ὢν [ΡΟ] προεβάλετο στρατηγὸνἱκανώτατον εἰς τὰ καβαλλαρικὰ, Λέοντα τὸν Ἴσαυρον, καὶ ἕτερον λογιώτατον εἰς τὰ πολιτικὰ, κἀκ τούτου ἐν ἀδείᾳ διετέλει. Οὗτος Θεόδωρον καὶ Γεώργιον τοὺς πατρικίους ἐκτυφλώσας εἰς Θεσσαλονίκην ἐξώρισε. Τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμανίας διά τε γῆς καὶ θαλάσσης, ἀπηγγέλη τῷ βασιλεῖ κατὰ τῆς πόλεως τούτους παραγίνεσθαι. Ὁ δὲ ἤρξατο κτίζειν δρόμωνας καὶ διήρεις, καὶ τὰ παράλια τείχη ἀνακαινίζειν καὶ τὰ χερσαῖα, καὶ γεννημάτων τὰ ὡρεῖα ἐπλήρωσεν. Ἐπὶ τούτου Γερμανὸς ἐκ μητροπόλεως Κυζίκου μετατίθεται εἰς Κωνσταντινούπολιν, καὶ κιτατώριον μεταθεσίμου ἐκπεφώνηται· Ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοφιλεστάτων ἐπισκόπων ἡ θεία χάρισθ ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ ἐλλείποντα ἀναπληροῦσα μετατίθησι Γερμανὸν τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν μητροπόλεως εἰς ἀρχιεπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως ἐπὶ Ἀρτεμίου βασιλέως. Μαθὼν δὲ ὁ βασιλεὺς ὅτι στόλος ἐξῆλθε Σαρακηνικὸς πρὸς τὸ κόψαι ξύλα εἰς τὸν Φοίνικα, ἐξαρτύσας στόλον ἐξαπέστειλε πρὸς τὸ καῦσαι τὴν τοιαύτην ξυλήν. Ἐλθόντος δὲ τοῦ στόλου ἐν τῆ Ῥόδῳ, ἐστασίασε, καὶ τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ στρατηγὸν αὐτὸν Ἰωάννην ῥομφαίᾳ ἀνεῖλον, καὶ εὐθέως κατὰ τῆς βασιλίδος ἀνέπλευσαν. Ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀτραμυτίῳ, εὗρον ἐκεῖσε Θεοδόσιον διοικητὴν εὐσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βασιλέα. Ὅπερ μαθὼν Ἀρτέμιος, τὴν πόλιν ὀχυρώσας ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν. Ὁ δὲ τῆς πόλεως στόλος καὶ ὁ τοῦ Θεοδοσίου μέχρι μηνῶν ἓξ ἀλλήλοις κατεπολέμουν. Ὁ δὲ Θεοδόσιος διαβὰς ἐπὶ τὰ Θρᾳκῷα μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ τοὺς ἐν τῷ τείχει τῶν Βλαχερνῶν φύλακας δώροις διαφθείρας τὴν εἴσοδον ἔσχε. Τὴν δὲ πόλιν οἱ πλώϊμοι πραιδεύσαντες μεγίστην εἰργάσαντο ἄλωσιν, μηδενὸς φεισάμενοι. Τὸν δὲ πατριάρχην Γερμανὸν καὶ τοὺς ἄρχοντας Ἀρτεμίου συλλαβόμενοι ἐν Νικαίᾳ