Ancient Greek
1.44
Georgius Cedrenus, Compendium Historiarum 1.44
Unproofread scanNot analysed yet
τοῦ βασιλέως Λαΐου ἰσχύοντος κατ´ αὐτῆς διὰ τὸ δύσβατον τοῦ ὄρους καὶ ὀχυρόν. Ταῦτ´ οὖν Οἰδίπους ἀκούσας σοφόν τι καὶ γενναῖον ποιεῖ· καὶ ὀλίγους ἐπιλεξάμενος καὶ τὴν Σφίγγα ἐλθὼν ᾐτεῖτο σὺν αὐτῆ εἶναι καὶ συλλῃστρεύειν αὐτῇ. Ἰ δὲ τῇ ὥρα καὶ γενναιότητι τούτου τερφθεῖσα αὐτὸν εἰσδέχεται. Ὁ δὲ καιρὸν ἐσχηκὼς αὐτὴν μὲν λόγχῃ ἀναιρεῖ καὶ πολλοὺς τῶν μετ´ αὐτῆς· λαβὼν δὲ καὶ τὸ σῶμα καὶ ὅσα κρήματα εὗρε πρὸς Λάῖον εἰς Θήβας ἤνεγκε, μισθὸν τῆς ἀνδραγαθίας κομιούμενος. Θηβαῖοι δὲ τοῦτον ὡς βασιλέα ἀνύμνουν. Ἀλλ´ οὐκ ἤρεσε ταῦτα τῶ Λαΐῳ, ἀλλὰ στρατὸν ἐφοπλίσας κατ´ αὐτοῦ ἐξήει, καὶ πληγεὶς τελευτᾷ. Ἡ τοίνυν Ἰοκάστη τῆς βασι. λείας ἐκπεσεῖν οὐ θέλουσα, καὶ ὡς υἱὸς αὐτῆς ἐστιν ὁ Ο δίπους οὐκ εἰδυῖα, ἅμα δὲ καὶ πρὸς θεραπείαν τῆς πόλεως σπουδάζουσα, προσκαλεῖται τοῦτον· ἐξ οὗ καὶ ποιεῖ δύο υἱοὺς, τὸν Ἐτεοκλέα καὶ τὸν Πολυνείκην, καὶ θυκατέρας δύο, Ἰσμήνην καὶ Ἀντιγόνην. Καὶ οὕτως ἐπὶ ἔτη ιθ´ τῶν Θηβῶν ἐβασίλευσαν, ἀγνοοῦντες ἑαυτούς. Μετὰ ταῦτα τῆς Ἰοκάστης τὴν πατρίδα καὶ τὸ γένος πυθομένης, ἐπεὶ Μελίβιος αὐτὸν ἀνεθρέψατο ἤκουσε, παρ´ αὐτοῦ τε ἔμαθε τὸν τρόπον τῆς αὐτοῦ ἀνευρέσεως [Ρ. Δϋ] καὶ βεβαιωθεῖσα ἀνεβόησε. Οἰδίπους δὲ πληροφορηθεὶς ὡς καὶ μήτηρ Ἰοκάστη καὶ γυνὴ τυγχάνει, τοῖς μὲν υἱοῖς Ἐτεο κλεῖ καὶ Πολυνείκει ἐνιαυτὸν παρ´ ἐνιαυτὸν βασιλεύειν ἐκέλευσε τῶν Θηβῶν, αὐτὸς δὲ παραυτὰ δύο Κλους κατὰ τῶν ἰδίων ἐμπήξας ὀφθαλμῶν τελευτᾷ. Οἱ δὲ υἱοὶ αὐτοῦ ἑκάτερος τῆς βασιλείας ἀντιποιούμενοι εἰς πόλεμον ἦλθον μονομαχήσαντες, καὶ ὑπ´ ἀλλήλων ἄμφω κατελύθησαν. Καὶ οὕτως ἡ τῶν Θηβῶν ἤτοι Βοιωτῶν κατελύθη βασιλεία, διαρκέσασα ἔτη τριακόσια ἑξηκονταεννέα. Ἀναγκαῖον οὖν ἐστι λοιπὸν ἀναδραμεῖν ἐπὶ τὸ προκείμενον. Καταλήξαντες δὲ ἐπὶ τὴν ἐκ Φαλὲκ τοῦ Ῥαγὰβ γέννησιν, ἀρξώμεθα ἀπ´ αὐτοῦ. Ῥαγὰβ γενόμενος ἑκατὸν τριακονταδύο ἐτῶν ἐγέννησε τὸν Σερούχ. Ἐπὶ τούτου οἱ ἄνθρωποι τὸν κατ´ ἀλλήλων αὐξήσαντες τῦφον στρατηγούς τε ἑαυτοῖς κατεστήσαντο καὶ βασιλεῖς. Καὶ τότε πρώτως πολεμικὰ κατασκευάσαντες ὄργανα πολεμεῖν ἀλλήλοις ἐνήρξαντο. Καὶ εὐθὺς οἱ ἀπὸ Χαναὰν ἡττῶνται καὶ πρῶτοι τῆς δουλείας ὑποκύπτουσι τῷ ζυγῷ, κατὰ τὴν τοῦ Νῶε κατάραν. Σεροὺχ γενόμενος ἑκατὸν τριάκοντα ἐτῶν ἐγέννησε τὸν Ναχώρ. ᾯκει δὲ ὁ Σεροὺχ ἐν τῇ Χαλδαίων, ἐν πόλει Ὦρ. Αὐξηθέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ πάντων ἐπίλυσιν οἰωνῶν, τῶν τε ἐν οὐρανῷ σημείων διακρίσεις καὶ τῶν ἐπὶ γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν. Ναχὼρ δὲ γενόμενος οθ´ ἐτῶν ἐγέννησε τὸν Θάῤῥα. Νίνου δὲ τοῦ πρώτου βασιλέως τῶν Ἀσσυρίων τεσσαρακοστὸν τρίτον ἄγοντος ἔτος τῆς βασιλείας γεννᾶται Ἀβραάμ. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους παρ´ Αἰγυπτίοις ἑξκαιδεκάτη