Ancient Greek
1.45
Georgius Cedrenus, Compendium Historiarum 1.45
Unproofread scanNot analysed yet
μενος ἐτῶν οἱ ἐγέννησεν ἐκ γυναικὸς Ἔδνας, θυγατρὸς Ἀβραὰμ πατραδέλφουαὐτοῦ, τὸν Ἀβραὰμ, ὅντινα ἡ μήτηρ ἐκάλεσεν ἐπ´ ὀνόματι τοῦ ἑαυτῆς πατρός· ἔφθη γὰρ ἐκεῖνος πρὸ τῆς τούτου γεννήσεως τετελευτηκέναι. Ἐγέννησε δὲ ἔτι ὁ Θάῤῥα τὸν Ἀρὰμ καὶ τὸν Ναχώρ. Ὁ δὲ Ἀβραὰμ λαμβάνει παρὰ τοῦ πατρὸς γυναῖκα τὴν Σάῤῥαν. Οὗτος μόνος, τῶν ἁπανταχοῦ τὴν ἐπὶ τὰ εἴδωλα πλάνην νοσούντων, τὸν ἀληθῆ Θεὸν ἐπέγνω καὶ Δημιουργὸν τῶν ὅλων ἀνεκήρυξε. Καὶ πρῶτος τὸ θυσιαστήριον κλάδοις φοινίκων καὶ ἐλαιῶν ἐκύκλου, καὶ ἐπὶ αὐτοῦ πρώτως ὡνόμασται ἄγγελος ἐν τῇ θείᾳ Γραφῆ. Καὶ παρ´ αὐτοῦ Αἰγύπτιοι τὴν τῶν ἀστέρων θέσιν καὶ ποίησιν καὶ τὴν ἀριθμητικὴν ἐπιστήμην ἔμαθον. Ὅτι τῷ κδ ἔτει τῆς ἡλικίας αὐτοῦ ὁ Ἀβραὰμ ἐπιγνοὺς τὸν τῶν ὅλων Θεὸν προσεκύνει. Ἄγγελος δὲ Κυρίου ἐδίδαξεν αὐτὸν τὴν Ἑβραΐδα γλῶσσαν, Κκαθὼς αὐτὸς ὁ ἄγγελος τῳ Μωϋσῇ εἶπεν, ὡς [Ρ. Ζῖ] ἐπὶ τῇ λεπτῇ κεῖται Γενέσει. Καὶ ὁ Ἀρὰμ δὲ ἀγόμενος γυναῖκα ἐγέννησε τὸν Λὼτ, θυγατέρα δὲ Μελχάν. Ταύτην ὁ Ναχὼρ λαμβάνει γυναῖκα. Ἦδη δὲ ἑξηκοστὸν ἔτος ἄγων ὁ Ἀβραὰμ, ὡς οὐκ ἐδόνει τὸν πατέρα πείθειν καὶ τοὺς ἄλλους οἰκείους τῆς περὶ τὰ εἴδωλα ἀποσχέσθαι δεισιδαιμονίας, λανὸάνει νυκτὸς τῶν εἰδώλων ἐμπρήσας τὸν οἶκον. Αὐτῶν δὲ ἐξαναλουμένων οἱ ἀδελφοὶ νοήσαντες ἀναπηδῶσι, βουλόμενοι ἐκ μέσου τοῦ πυρὸς ἐξελέσθαι τὰ εἴδωλα. Φιλοτιμότερον δὲ ὁ Ἀρὰμ τῷ πράγματι προσφερόμενος ἐν μέσῳ διαφθείρεται τοῦ πυρός. Καὶ θάψας αὐτὸν ὁ ἀγαλματοποιὸς πατὴρ ἐν Ὡρ τῇ πόλει Χαλδαίων μετανίσταται καὶ εἰς Χάῤῥαν τῆς Λίεσοποταμίας ἔρχεται. Ἔνθα ὁ Ἀβραὰμ δεκαπέντε ἔτητῷ πατρὶ συνοικήσας ἐννοεῖ ποτενυκτὸς ἐκ τῆς τῶν ἄστρων κινήσεως τοῦ ἐπιόντος καιροῦ κατασκέψασθαι τὴν ποιότητα· ἦν γὰρ οὐ μετρίως ὑπὸ τοῦ πατρὸς Ξπασαν τὴν τοιαύτην ἐξασκηθεὶς ἐπιστήμην. Καὶ δὴ μετὰ τὴν ἑκάστου τῶν ζητουμένων διάγνωσιν, συνίησι περιττὴν ἅπασαν εἶναι τὴν τοιαύτην περιεργίαν· δύνασθαι γὰρ αὖθις τὸν Θεὸν, εἰ βούλοιτο, μετασκευάσαι πρὸς τὸ οἰκεῖον βούλημα τὰ προεγνωσμένα. Πᾶσιν οὖν τούτοις καὶ τοῖς τοιούτοις ἐξ ὅλης ἀποταξάμενος ψυχῆς καὶ σπουδῆς, καὶ τελείαν τῆς περὶ τὸ Θεῖον εὐσεβείας δοὺς τὴν ἀπόδειξιν, ἀκούει παρὰ τοῦ Θεοῦ´ «Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου.» Καὶ ἐξελθὼν ἅμα τῇ γυναικὶ Σάῤῥᾳ καὶ Λὼτ τῶ ἀδελφιδῷ μετοικίζεται εἰς τὴν Ἀρφαξὰδ τοῦ πατρὸς αὐτοῦ μερίδα, ἣν οἱ Χαναναῖοι κατασχόντες γῆν Χαναναίων προσηγόρευσαν, ὢν ἐτῶν οεʹ· τοῦ δὲ κόσμου ἦν ἔτος τρισχιλιοστόν τριακοσιοστὸν ὀς δοηκοστὸν ἕβδομον. Ἐλθὼν δὲ Ἀβραὰμ εἰς Συχὲμ κατὰ θεῖον