Ancient Greek
1.447
Georgius Cedrenus, Compendium Historiarum 1.447
Unproofread scanNot analysed yet
ἐποπτεύειν τε καὶ ἀναγράφεσθαι τὰ τικτόμενα βρέφη πρὸς τὸ ἀπαιτεῖσθαι τὸν λεγόμενον κεφαλητίωνα. Τῷ ιη, καὶ θʹ. καὶ κα´ ἔτει Σουλεϊμὰν ὁ υἱὸς Ἰσὰμ τὴν Ἀσίαν καταδραμών πολλοὺς αἰχμαλώτους ἐποίησεν. Ἐχμαλώτευσε δὲ καί τινα Περγαμηνὸν, ὃς ἔλεγεν ἑαυτὸν Τιβέριον εἶναι υἱὸν Ἰουστινιανοῦ. Τοῦτον Ἰσάμ εἰς τιμὴν τοῦ ἰδίου παιδὸς καὶ τῶν βασιλέων ἐκφόβησιν μετὰ τιμῆς βασιλικῆς καὶ στρατευμάτων εἶχεν· ὃν ἐκπέμπει εἰς Ἰερουσαλὴμ καὶ εἰς ὅλην τὴν Συρίαν πρὸς θέαν πάντων, Τῷ κγʹ ἔτει ἐπεστράτευσε Σουλεϊμὰν κατὰ Ῥωμαίων, ἔχων μυριάδας ἱʹ. Καὶ πολλὴν ἅλωσιν καὶ αἰχμαλωσίαν ποιησάμενος, πορθήσας καὶ τὸ Σιδηρόκαστρον, ἀβλαβής ὑπέστρεψε. Τῷ κδ´ ἔτει ἐκαύθησαν αἱ ἀγοραὶ ὑπὸ τῶν Ἱερακιτῶν, καὶ πολλοὶ ἐξ αὐτῶν ἐφουλκίσθησαν. Τῇ κϛ´ τοῦ Ὀκτωβρίου μηνὸς, τοῦ ἀγίου Δημητρίου, ἡμέρᾳ δʹ´ ὥρᾳ ηʹ, σεισμὸς μέγας γέγονε καὶ φοβερὸς ἐν Κωνσταντινουπόλει, καὶ ἐπτώθησαν ἐκκλησίαι καὶ μοναστήρια καὶ οἶκοι, καὶ λαὸς πολὺς ἀπέθανεν Ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου ἐν τῷ Ξηρολόφῳ καὶ ἄλλαι πολλαὶ, καὶ τὰ χερσαῖα τῆς πόλεως τείχη, καὶ πόλεις καὶ χωρία ἐν τῇ Θράκῃ, ἥ [Β] τε Νίκαια καὶ Νικομήδεια καὶ Πραίνετος. Ἀπέφυγε δὲ καὶ ἡ θάλασσα τῶν ἰδίων ὅρων ἔν τισι τόποις. Ἐκράτει δὲ καὶ ὁ σεισμὸς ρῆνας ιαʹ. Ἰδὼν δὲ ὁ βασιλεὺς τὰ τείχη τῆς πόλεως πτωθέντα, διελάλησε λέγων, ὅτι, Ὑμεῖς οἱ τῆς πόλεως ἀδυνατεῖτε τὰ τείχη κτίζειν, ἀλλὰ προσετάξαμεν τοῖς διοικηταῖς τῶν θεμάτων ἀπαιτεῖν εἰς τὸν κανόνα κατὰ νόμισμα μιλιαρίσιον ἓν, καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία, καὶ κτίζει αὐτά. Κἀντεῦθεν ἀπεκράτησεν ἡ συνήθεια παρέχειν τὰ δικέρατα τοῖς διοικηταῖς. Κεράτια δὲ αἱ βʹ φόλλεις ὠνομάσθησαν, ἡτοι νοῦμμοι ἀπὸ Νουμᾶ βασιλέως Ῥώμης, ὃς καὶ πρῶτος τοὺς ὀβολοὺς τῇ ἰδίᾳ εἰκόνι ἐχάραξε καὶ νούμμους αὐτοὺς κατὰ τὸ ἴδιον ὄνομα ἐκάλεσεν. Οὕτος καὶ ὀφφίκιον ἐτύπωσεν, ὅπερ. εἶς τῶν ἀνθρώπων αὐτοῦ ἔχων ἐλάμβανεν ἐξ ἑκάστου τῶν ἀπὸ τοῦ παλατίου ῥογευομένων φόλλεις ιβʹ ἤτοι κεράτιον ἕν. Διὸ καὶ ἐλέγετο ὁ κεράτιον. Τοῦτο δὲ ἠν ὡς ἐν τύπῳ ψήφου τῶν ῥογευομένων ἀπὸ τοῦ παλατίου· οὔπω γὰρ τότε ἀπογραφαὶ κατὰ Ῥώμην σαν. Ἐν δὲ τῇ πρώτῃ αἰχμαλωσία τοῦ Ἰσραὴλ οὗτος ὁ Νουμᾶς ἐγένετο, ἐν τῷ δψπ έτει τῆς κόσμου κτίσεως. Ἐβασίλευσεν οὖν Λέων ὁ καὶ Κόνων, ὁ Ἴσαυρος, ἔτη κδ´ μῆνας βʹ ἡμέρας κεʹ. Καὶ θνήσκει σὺν τῷ σωματικῷ καὶ τὸν ψυχικὸν θάνατον, νόσῳ δυσεντερίας