Ancient Greek
1.448
Georgius Cedrenus, Compendium Historiarum 1.448
Unproofread scanNot analysed yet
βληθείς· καὶ τίθεται τὸ δύστηνον αὐτοῦ σῶμα ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων. Ὅσα δὲ καὶ οἷα κατὰ Χριστιανῶν συνέβησαν ἐν ταῖς ἡμέραις τούτου τοῦ δυσσεβεστάτου καὶ ἀπανθρώπου Λέοντος, περί τε τὴν ὀρθόδοξον ἡμῶν πίστιν καὶ περὶ τὰς τῶν πολιτικῶν διοικήσεις αἰσχροῦ κέρδους καὶ φιλαργυρίας ἐπινοίᾳ, κατά τε παντὸς κόσμου καὶ τῶν Χριστιανῶν, σεισμοὶ καὶ λιμοὶ καὶ λοιμοὶ καὶ ἐθνῶν ἐπαναστάσεις καὶ θάνατοι, ἀπορῶ μνημονεῦσαι· ὑπερβαίνουσι γὰρ πάντα νοῦν καὶ λόγον καὶ διάνοιαν. Ἄξιον δὲ λοιπὸν ἐφεξῆς καὶ τοῦ δυσσεβεστάτου καὶ παναθλίου παιδὸς αὐτοῦ τὰς ἀθεμίτους διεξελθεῖν πράξεις ἀνοσιουργοτέρας καὶ θεομισήτους οὔσας. ΤΡ. Αἔθ] Κόσμου ἔτος ϛαλςʹ, τῆς θείας σαρκώσεως ἔτος ψλθʹ, Κωνσταντῖνος ὁ Καβαλλῖνος Εἰκονομάχος ἐβασίλευσεν ἔτη λεʹ, ἐκ δεινοτάτου λέοντος φανεὶς ποικιλότροπος πάρδαλις καὶ ἐκ σπέρματος ὄφεως ἀσπὶς καὶ ὄφις πετόμενος. Οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ δυσσέβειαν διαδεξάμενος ἐκ Θεοῦ πλεῖον διίστατο καὶ τῆς Θεομήτορος καὶ πάντων τῶν ἁγίων, κἀντεῦθεν λοιπόν μαγείαις καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ σπλάγχνων ἀνατομαῖς καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι κυνηγεσίαις τε καὶ ἱπποδρομίαις σχολάζων ὄργανον ἐπιτήδειον τοῦ Ἀντιχρίστου γέγονεν, ὡς καὶ θεσμὸν καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψαντα τούτων εὑρισκόμενα διαπτύεσθαι, καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν· «Οὐδὲν γὰρ, Κλεγεν, ἰσχύουσι,» προσθεὶς ὁ παμμίαρος· «Μηδὲ τὴν τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν· οὐ γὰρ ύναταί τι.» Ἀλλὰ μηδὲ Θεοτόκον αὐτὴν ὀνομάζεσθαι. Λαβὼν γὰρ ἐν χειρὶ πλῆρες χρυσίου βαλάντιον καὶ ὑποδείξας αὐτὸ πᾶσιν, ἤρετο τίνος ἄξιόν ἐστι· τῶν δέ, «Πολλοῦ,» εἰπόντων, κενώσας πάλιν τὸ χρυσίον ἤρετο τίνος ἐστὶν ἄξιον, καὶ λέγουσιν. «Οὐδενός.» «Οὕτως, ἔφη, καὶ ἡ Μαρία, ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ἦν, ἀφ´ οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε.» Φεῖσαι ἡμῶν, Κύριε. Ἐκ τούτου οὐ μικρά τις ἀθυμία τοὺς Χριστιανοὺς κατέλαβεν, ὥστε παρὰ πάντων [.] μισηθῆναι καὶ Ἀρταβάσδῳ κουροπαλάτῃ καὶ γαμβρῷ ἐπ´ ἀδελφῇ αὐτοῦ προστεθῆναι. Ἐξελθὼν δὲ ὁ Κωνσταντῖνος ἐν τοῖς τοῦ Ὀψικίου μέρεσι κατὰ τῶν Ἀράβων ὑπεβλέπετο κακῶσαι Ἀρτάβασδον, ὄντα] ἐν τῷ Δορυλαίῳ. Ὁ δὲ τοῦτο γνοὺς κινεῖ κατ´ αὐτοῦ, καὶ τὸν μὲν πατρίκιον Βίσηρον, τὸν συμμύστην Κωνσταντίνου, ῥομφαίᾳ ἀνεῖλεν, ὁ δὲ Κοπρώνυμος φοβηθεὶς, ἐπιβὰς παριππίου,