Ancient Greek
1.64
Georgius Cedrenus, Compendium Historiarum 1.64
Unproofread scanNot analysed yet
οἱ δὲ Αἰγύπτιοι ἐφοβοῦντο τοὺς Ἑβραίους ὡς γενομένους πολλοὺς, καὶ ἐκάκουν αὐτοὺς τῇ πλινθείᾳ καὶ τῷ πηλῷ, ἐπιστήσαντες αὐτοῖς ἐπιστάτας βαρεῖς, καὶ ἐστέναζον θλιβόμενοι. Καὶ προσέσχε Μωϋσῆς καὶ Ἀαρὼν τῷ στεναγμῷ αὐτῶν, καὶ ηὔξαντο τῷ θεῷ, ὃς καὶ ἐκέλευσε τῷ Μωϋσεῖ εἰσελθεῖν πρὸς Φαραὼ, καὶ εἰπεῖν αὐτῷ ἀπολῦσαι τὸν λαὸν τοῦ Ἰσραὴλ, λατρεῦσαι Κυρίῳ τῷ Θεῷ αὐτῶν. Καὶ εἰσελθὼν Μωϋσῆς καὶ Ἀαρὼν πρὸς Φαραὼ ἀνήγγειλεν αὐτῷ τὴν τοῦ Θεοῦ κέλευσιν. Ὁ δὲ Φαραὼ λέγει αὐτοῖς· «Εἰ ἀληθεύεις ὅτι ὁ Θεός σου ταῦτα ἐκέλευσεν. ἰδοὺ, εἰσὶν Αἰγύπτιοι σὺν ἐμοὶ ποιοῦντες θαύματα· ἐὰν νικήσῃς αὐτοὺς διὰ τοῦ Θεοῦ σου, παρέξω σοι ἅπερ ἐκέλευσε.»] Καὶ ἔστησεν ἐναντίον ἀλλήλων τὸν Ἰαννῆν καὶ τὸν Ἰαμβρῆν καὶ τὸν Μωϋσέα καὶ Ἀαρών. Καὶ ἐποίησαν οἱ μάγοι διὰ γοητείας τὰς ῥάβδους αὐτῶν ὄφεις· καὶ ῥίψας Μωϋσῆς τὴν ῥάβδον αὐτοῦ εἰς τὴν γῆν, ἐγένετο ὄφις μέγας καὶ κατέπιε τοὺς ὑπὸ τῶν μάγων γενομένους ὄφεις. Καὶ κατίσχυσεν ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν αὐτοῖς Κύριος ὁ Θεός. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· «Βάδισον πρὸς Φαραὼ, καὶ ἐξελεύσεται μετὰ σοῦ εἰς τὸν ποταμὸν, καὶ τύψον τῇ ῥάβδῳ σου τὰ ὕδατα τοῦ ποταμοῦ. καὶ μεταβαλεῖς αὐτὰ εἰς αἷμα.» Καὶ τούτου γενομένου μετ. ἐβλήθη πάντα τὰ ὕδατα εἰς αἶμα, καὶ ἀπέθανον οἱ ἐν τῷ ποταμῷ ἱχθύες, καὶ οὐκ ἠδύναντο πιεῖν βδωρ οἱ Αἰγύπτιοι, ὅτι πάντα τὰ ὕδατα μετεστράφη εἰς αἷμα. Ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυ. πτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως· ἐσκληρύνθη δὲ ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν. Καὶ μετὰ ἑπτὰ ἡμέρας παρακληθεὶς Μωϋσῆς ὑπὸ τοῦ Φαραὼ προσηθξατο, καὶ πάλιν ἐγένετο τὰ ὕδατα καθαρά. Καὶ λέγει Μωϋσῆς τῷ Φαραώ· «Ἰδοὺ, εἶδες τὴν τοῦ Θεοῦ Ἰσραὴλ δύναμιν· ἀπόλυσον τὸν λαὸν, ἵνα λατρεύσωμεν τῷ Θεῷ.» Ὁ δὲ Φαραὼ συντασσόμενος ἀνεβάλλετο. Καὶ ηὔξατο Μωϋσῆς πρὸς τὸν Θεὸν πέμψαι πληγὰς τοῖς Αἰγυπτίοις, ἵνα ἀναγκασθῇ Φαραὼ ἀπολῦσαι τὸν Ἰσραήλ. Καὶ ἔπεμψεν Κύριος ὁ Θεὸς τοῖς Αἰγυπτίοις τὴν δεκάπληγον ὁργὴν, ὥστε παρακαλέσαι τὸν Μωϋσέα καὶ εἰπεῖν αὐτῷ· «Εὖξαι τῷ Θεῷ σου, ἵνα ῥυσθῇἡ χώρα αὔτη τῶν τοσούτων κακῶν· καὶ ζῇ Κύριος ὁ Θεός σου, οὐ κωλύσω σε λαβεῖν τὸν λαόν σου τὸν Ἰσραὴλ εἰς τὸ λατρεῦσαι ὑμᾶς αὐτῷ.» Ὁ δὲ Φαραὼ ἀπελθὼν ἐν Μέμφει εἰς τὸ περιβόητον μαντεῖον, καὶ λαβὼν τὸν προῤῥηθέντα χρησμὸν καὶ ὑποστρέψας εὐθέως ἀπέλυσε τὸν Ἰσραὴλ μετὰ Μωϋσέως καὶ Ἀαρών. Ἔλαβε δὲ ὁ λαὸς ἐν χρήσει ἀπὸ τῶν Αἰγυπτίων σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἱματισμὸν πολύν. Καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς μετεμελήθη Φαραὼ, καὶ νατεδίωξεν ὀπίσω αὐτῶν μετὰ τῶν ἁρμάτων αὐτοῦ, καὶ κατέλαβεν αὐτοὺς παρὰ τὴν Ἐρυθρὰν θάλασσαν. Οὓς θεασάμενοι οἱ Ἰσραηλῖται ἀνεβόησαν πρὸς τὸν Θεόν. Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ Μωϋσῆς ἔπληξε τὴν θάλασσαν ῥάβδῳ, καὶ διῃρέθη τὰ ὕδατα, καὶ διέβη πᾶς ὀ λαὸς ὡς διὰ ξηρᾶς. Ὄπισθεν δὲ τούτου εἰσῆλθον καὶ οἱ Λἰγύπτ. οι πάντες ἅμα τῷ Φαραὼ