Ancient Greek
1.65
Georgius Cedrenus, Compendium Historiarum 1.65
Unproofread scanNot analysed yet
μετὰ τῶν ἁρμάτων αὐτῶν. Ἰδόντες δὲ αὐτοὺς οἱ Ἱσραηλῖται διερχομένους φόβῳ συνεσχέθησαν ἀπείρῳ. Ὁ δὲ Μωϋσῆς ἐκτείνας τὴν ῥάβδον αὐτοῦ ἐπιστρε. πτικῶς [Ρ. β] ἀποκατέστησε τὸ ὕδωρ εἰς τὸν τόποι αὐτοῦ. Καὶ ἔφυγον πάντες οἱ Αἰγύπτιοι ὑπὸ τὸ ὕδωρ, μηδενὸς ὑπολειφθέντος. Ὅπερθεασάμενοι οἱ Ἰσραηλῖται τὸν ῥυσάμενον αὐτοὺς Θεὸν ἐδοξολόγουν, προηγουμένων τοῦ Μωυσέως καὶ τοῦ Ἀαρὼν, καὶ λεγόντων· «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.» ἐφεπομένης τῆς ἀδελφῆς αὐτῶν Μαρίας μετὰ τῶν γυναικῶν, καὶ ἀνακρουομένης τὸ τύμπανον. Ὅτι ἐν τῆ Λεπτῇ Γενέσει κεῖται μόνους δέκα μῆνας ῥιφῆναι τὰ βρέφη τῶν Ἰσραηλιτῶν ἐν τῳ ποταμῷ, ἕως οὗ ἀνελήφθη Μωϋσης ὑπὸ τῆς βασιλίσσης· διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶν τοῖς Αἰγυπτίοις, καὶ τέλος ἐν τῇ θαλάσσῃ κατεστράφησαν ὃν τρόπον τὰ βρέφη τῶν Ἑβραίων ἐν τῷ ποταμῷ ἀπέπνιγον, χιλίων ἀνδρῶν ἀποπνιγέντων ἰσχυρῶν Αἰγυπτίων ἀνθ´ ἐνὸς βρέφους Ἰσραηλιτι. κοῦ. Αὐτὸν δὲ τὸν Μωϋσῆν εἰς τὸ βασιλικὸν γένος εἰσεποιήσατο ἡ θυγάτηρ Φαραὼ, οὐ μέντοι ἀνῆκε τῆς ἐπιταγείσης ἐργασίας τοὺς Ἰσραηλίτας. Ἀνδρωθέντος δὲ τοῦ Μωϋσέως ὑπερβάντες Αἰθίοπες τὸν Ἰνδὸν ποταμὸν δεινῶς τὴν Αἴγυπτον ἐληίζοντο, ὡς τὰς πόλεις σχεδὸν πάσας ἀνατρέψαι καὶ τὸν στρατὸν αὐτῆς ἀφανίσαι καὶ τοὺς στρατηγοὺς ἀποσφάξαι. Ἔμειναν οὖν Αἰγυπτίοις πολεμοῦντες ἐπὶ ἔτη πέντεἘν ἀπορίᾳ γοῦν πολλῇ καταστάντες Αἰγύπτιοι χρησμεύονται ὡς τῷ Μωϋσῇ τὴν στρατηγίαν ἐγχειρίσαι, καὶ παρακαλοῦσι τὴν Θέρμουθιν ἐπιτρέψαι αὐτῷ τὴν στρατηγίαν· ἡ δ´ ὠνείδιζεν αὐτοὺς καὶ κακοὺς ἀπέφαινε σὺν τοῖς ἱερογραμματεῦσιν εἰς θάνατον ἐπιβουλεῦσαι τῷ παιδὶ βουληθέντας· ὅμως ὡς ὑπὲρ πατρίδος πολεμήσαντα ἐξαπέστειλεν, ἀσμενέστατα τοῦ παιδὸς δεξαμένου τὴν ἐπιταγὴν καὶ μηδὲν ἀγωνιάσαντος. Ηὐξήθη γὰρ πάσῃ ἀρετῇ κοσμηθεὶς καὶ παιδευθεὶς πᾶσαν σοφίαν Αἰγυπτίων, ὡς βασιλέως υἱὸς καὶ φύσιν ἔχων δεξιὰν, ἀνδρεῖός τε ἐν τοῖς πολέμοις. Ὃς τριακοντούτης τυγχάνων τοιοῦτον πόλεμον ἀνεδέξατο· καὶ ἐπὶ δέκα ἔτη ἐσχάτως τοὺς Αἰθίοπας πολεμήσας καὶ Αἰθιοπίαν πᾶσαν ἀφανίσας, τήν τε Σαβὰ μητρόπολιν βασιλεύουσαν Αἰθιόπων παραλαβὼν, τὴν Αἴγυπτον ἐλευθεροῖ πάσης πολεμικῆς ἐπιβουλῆς. Ἐντεῦθεν ἄρχεται αὐτῷ ὁ φθόνος παρ´ Αἰγυπτίοις, ἐξαιρέτως δὲ αὐτῷ παρὰ τῷ Χενεφρῇ· ἑν τούτοις γὰρ τετελευτήκει ὁ Παλμανωθὴς καὶ ἡ Θέρμουθις. Καὶ τοίνυν ἐπιβουλεύεται αὐτῷ ποικίλως βασκαίνων, Καναθώθῃ δὲ ἐπιτρέπει τὴν τοῦ Μωϋσέως σφαγήν· ἣν γνοὺς Μωϋσῆς ἀναιρεῖ αὐτὸν, καὶ οὕτω φεύγει διὰ τῆς ἐρήμου εἰς τὴν Ἀῤῥαβίαν πρὸς Ἰοθόρι τὸν καὶ Ῥαγουὴλ, καὶ ἔλαβεν αὐτοῦ τὴν θυγατέρα πρὸς γάμον, ἐξ ἧς ἐπαιδοποίησε τὸν Ἰηρσὰμ καὶ τὸν Ἐλεάζαρ. [Ρ. θ] Μωϋσῆς δὲ ὢν ἐν Αἰγύπτῳ κτίζει πόλεις δύο ἐπ´ ὀνόματι τῆς μητρὸς αὐτοῦ τῆς βασιλίσσης. Ὅτι Εὐπόλεμός φησι τὸν Μωϋσέα πρῶτον σοφὸν γενέσθαι, καὶ γράμματα παραδοῦναι Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἔλληνας δὲ παρὰ Φοινίκων· νόμους δὲ πρῶτον Μωϋσῆς γράφει τοῖς Ἰουδαίοις. Καταλιπὼν δὲ Μωϋσῆς τὰς