Ancient Greek
1.66
Georgius Cedrenus, Compendium Historiarum 1.66
Unproofread scanNot analysed yet
κατ´ Αἴγυπτον διατριβῶν εἰς τὴν ἔρημον ἐφιλοσόφει, διδασκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου καὶ τοῦ πρώτου ἀνθρώπου καὶ τῶν μετ´ ἐκεῖνον, καὶ τοῦ κατακλυσμοῦ, καὶ τῆς συγχύσεως καὶ ποικιλίας τῶν γλωσσῶν, καὶ τῶν περὶ τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν μέχρις αὐτοῦ χρόνων, καὶ περὶ τῆς νομοθεσίας τῆς μελλούσης παρ´ αὐτοῦ δίδοσθαι τῷ Ἰουδαίων ἔθνει, καὶ τὰς τῶν ἄστρων θέσεις καὶ τὰ στοιχεῖα καὶ ἀριθμητικὴν καὶ γεωμετρίαν καὶ πᾶσαν σοφίαν, ὡς ἐν τῇ λεπτῇ Γενέσει κεῖται. Καὶ ὅτι ἐν ρμδ´ ἔτει τῆς ἐν Αἰγύπτῳ δουλείας ἤρξαντο Αἰγύπτιοι δέχεσθαι τὴν δεκάπληγον. Ἐν μηνὶ Ἰουνίῳ τὰ ὕδατα εἰς αἶμα μετεβλήθη,, Ἰουλίῳ βάτραχοι, Αὐγούστῳ σκνῖπες, Σεπτεμβρίῳ κυνόμυια, Ὀκτωβρίῳ κτηνῶν πτῶσις, Νοεμβρίῳ φλυκτίδες καὶ ἕλκη, Δεκεμβρίῳ χάλαζα, Ἰανουαρίῳ ἀκρὶς, Φεβρουαρίῳ σκότος ἡμέρας τρεῖς, Μαρτίῳ τὰ πρωτότοκα. Τῇ ιδʹ τούτου τοῦ μηνὸς σκυλεύσαντες τοὺς Αἰγυπτίους ἐξῆλθον, προστάξει Θεοῦ τοῦτο πεποιηκότες. Μετὰ δὲ τὴν ἔξοδον Ἰοθὸρ ὁ πενθερὸς Δωϋσέως, λαβὼν Σεπφώραν τὴν γυναῖκα Μωϋσέως καὶ τοὺς δύο υἱοὺς αὐτοῦ, κατέλαβε πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ ἔτι πολεμοῦντα τὸν Ἀμαλήκ. Καὶ ἐν τῷ τρίτῳ μηνὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τὰ ἐν τῷ Σιναίῳ ὄρει νομοθετεῖται, καὶ ἡ Δεκάλογος δίδο-αι Μωϋσῇ καὶ Ἀαρὼν καὶ παντὶ τῷ λαῷ. Καὶ μετὰ τοῦτο πάλιν κελεύεται ὑπὸ τοῦ Θεοῦ Μωϋσῆς μετὰ Ἰησοῦ ἀνελθεῖν ἐν τῷ ὄρει καὶ λαβεῖν τὰ πυξίαι γεγραμμένα, ἃ προενομοθέτησεν ὁ Θεός. Τότε καὶ τὸν τύπον τῆς σκηνῆς θεωρεῖ καὶ τὰ περὶ αὐτὴν πάντα. Μοσχοποιεῖ δὲ ὁ λαὸς, καὶ συντρίβει Μωϋσῆς τὰς θεουργηθείσας πλάκας. Εἶτα πάλιν κελεύεται λαξεῦσαι πλάκας καὶ ἀνελθεῖν ἐν τῷ ὄρει. Καὶ ἰδοὺ ἡ δεκάλογος παρὰ Θεοῦ τρίτον παραδέδοται· πρῶτον ἐπὶ τοῦ ὄρους Σινᾶ, ἡνίκα αἱ σάλπιγγες καὶ ὁ γνόφος· δεύτερον ἡνίκα τὸ παράδοξον τῆς σκηνῆς καὶ τὰ περὶ τὴν σκηνήν· τρίτον μετὰ τὴν μοσχοποιίαν. Καὶ τότε γὰρ τεσσαράκοντα ἡμέρας διέτριἀλλὰ καὶ ἡ δόξα τοῦ προσώπου αὐτοῦ τότε ἐξέλαμψεν εἰς τὸν λαόν. Καὶ ἐν τῷ ἑνδεκάτῳ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἱσραὴλ κελευσθεὶς Μωῦσῆς ἐξαριθμῆσαι τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω. ὅτι] τοὺς ἐξελθόντας ἐξ Αἰγύπτου, χωρὶς γυναικῶν παιδίων καὶ τῆς Λευιτικῆς φυλῆς. εὖρε μυριάδας ἑξήκοντα καὶ τρισχιλίους πεντακοσίους πεντήκοντα, ἀπὸ τῶν εἰσελθόντων εἰς Αἴγυπτον οεʹ ψυχῶν, εἰς ἔτη σιεʹ. Πάντες δὲ οὗτοι ἐν τῇ ἐρήμῳ διεφθάρησαν ποικίλως, οἱ μὲν διὰ βλασφημίαν, οἱ δὲ δι´ εἰδωλολατρείαν, οἱ δὲ δι´ ἀπιστίαν. ἐκτὸς Ἰησοῦ καὶ Χάλεβ. Ἔζησε δὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἔτη ἑκατὸν δέκα, ὁ δὲ τοῦ Ἰεφονῆ Χάλεβ ἔτη ἑκατὸν ἑξήκοντα. Ὅτι ἐν τῇ δευτερᾳ ἐξαριθμήσει, ἡνίκα Μωῦσῆς καὶ Ἐλεάζαρ ἠρίθμησαν τὸν λαὸν, οὐχ εὐρέθη ἄνθρωπος ἐκ τῆς πρώτης ἀριθμήσεως, ἡνίκα Μωϋσῆς και Ἀαρὼν ἠρίθμησαν τὸν λαόν. Γέγονε δὲ ἡ πρώτη ἀρίθμησις περὶ τὸ Σίναιον, ἡ δὲ δευτερᾳ παρὰ τὸν Ἰορδάνην.