Ancient Greek
1.95
Georgius Cedrenus, Compendium Historiarum 1.95
Unproofread scanNot analysed yet
τῆς πόρνης καὶ τοῦ οἶκου αὐτῆς. Ἐκεῖ καὶ Ἄχα ἐλιθοβολήθη ὑπὸ τοῦ Ἰσραὴλ σὺν πᾶσι τοῖς αὐτοῦ διὰ τὸ ἀποκρύψαι χρήματα. Τότε καὶ Γαβαωνῖται καὶ οἱ τοῦ Εὐαίου καὶ οἱ λοιποὶ, ὡς μακρόθεν οἰ κοῦντες, πρὸς Ἰησοῦν σπονδὰς ποιοῦνται· οὓς ἐπιγνοὺς ὕστερον πλησιοχώρους ὑπάρχειν τῆς μὲν αἰχμαλωσίας συνεχώρησε, διακονεῖν δὲ καὶ [ΒΙ] ξυλοφορεῖν τῷ λαῷ προσέταξε. Τοὺς δὲ Ἀμοῤῥαίους πολεμῶν ἔστησε τὸν ἥλιον κατὰ Γαβαὼ, καὶ κατὰ φάραγγα Ἐλώμ τὴν σελήνην, ἕως ἐξεπολέμησε τοὺς ἐχθρούς. Πᾶσαι δὲ ἂς παρέλαβεν Ἰησοῦς τοῦ Ναυῆ βασιλείας εἰκοσιεννέα ἦσαν, ἐπαρχίαι δὲ ἑπτὰ, πάρεξ τῶν τῆς Ἱεριχώ καὶ τῆς Γέθ. Τὴν δὲ Ἱεριχὼ πόλιν καὶ Φοινίκων πόλιν ὀνομάζει, Κινναίους δὲ τοὺς ἀπογόνους Ἰοθόρ. Οὗτος τὴν γῆν τῆς ἐπαγγελίας τῶν Ἰουδαίων ἔθνει διανέμει εἰς κλῆρον. Τελευτᾷ δὲ ζήσας ἔτη ἑκατὸν δέκα, κρατήσας τοῦ Ἰσραὴλ ἔτη εἴκοσι ἑπτά. Καὶ ἔθαψαν αὐτὸν ἐν Θαμναθσαρὰχ, ἐν τῷ ὄρει Ἐφραΐμ, συνθάψαντες αὐτῷ καὶ τὰς πετρίνας μαχαίρας. Ὅτι τῶν Ἀργείων μετὰ Ἴναχον ἐβασίλευσε Φορωνεὺς, καὶ ἄλλοι δὲ πλείους μετ´ αὐτὸν ἐως τοῦ Λυγκέως, ὅς Δαναῷ πολεμήσας τῷ βασιλεῖ, καὶ τοῦτον ἀποκτείνας, τήν τε βασιλείαν αὐτοῦ καὶ τὴν θυγατέρα Κλυταιμνήστραν εἰς γυναῖκα παρέλαβε. Μετὰ τοῦτον Μεριόπας πέντε μόνους χρόνους βεβασιλευκώς αὐτὸς καταλύεται, καὶ ἡ βασιλεία τῶν Ἀργείων ἐπὶ φμθʹ´ ἔτη διαρκέσασα εἰς Σικυωνίτας τοὺς Ἑλλαδικοὺς μεταπεπτώκει Ἐν δὲ τοῖς χρόνοις Μωῦσέως γέγονέ τις ἀνὴρ μέγας, ἐκ τῆς φυλῆς Ἰάφεθ, ὃς αὐτόχθων ὤν ἐβασίλευσε τῆς Ἀττικῆς ἔτη λβʹ. Ὅνομα τῷ ἀνδρὶ Γύγης. Ἐπ´ αὐτοῦ γέγονε κατακλυσμὸς ἐν τῇ Ἀττικῇ μόνῃ· αὐτός τε ἀπώλετο καὶ ἡ χώρα πᾶσα, καὶ ἕως ἐτῶν διακοσίων ἔρημος ἔμεινεν Ἐν δὲ τοῖς καιροῖς τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῆς τῶν Μολοσσῶν χώρας αὐτόχθων τις, Ἅιδης ὄνομα, βεβασιλευκὼς μετὰ Μελινδίας τῆς αὐτοῦ γυναικὸς ἔσχε θυγατέρα τὴν Περσεφόνην, ἦς Πειρίθους ὁ αὐτοῦ συγκλητικὸς ἐρασθεὶς κατὰ σύνταξιν αὐτῆς ἁρπάσαι ταύτην νυκτὸς ἐβουλήθη. Τοῦτο γνοὺς Ἅιδης, ὃν εἶχε κύνα μέγιστον καὶ ἄγριον, Τρικέρβερον ἐπονομαζόμενον, ἔξω τῆς θύρας ἔστησε Περσεφόνης ἀγνοούσης. Τοῦ δὲ Πειρίθου πρὸς αὐτὴν παραγενομένου νυκτὸς, ἐφορμήσας ὁ κύων ἀνεῖλεν αὐτόν. Ἐξελθοῦσα δὲ πρὸς τὴν ταραχὴν ἡ κόρη διεσπάρακται καὶ αὐτὴ τῷ κυνί. Ἐντεῦθεν ἐῤῥήθη ὅτι ὁ Πλούτων, τὸ τοῦ ἀνδρὸς εὔπορον σημαίνων, τὴν κόρην Περσεφόνην ἀρπάσας ἐς δην ᾤχετο. Ὅτι ὁ Αἰγιαλεὺς πρῶτος Σικυωνιτῶν πεντήκοντα δύο ἔτη ἦρξε· μεθ´ ὃν ἄλλοι κϛʹ ἕως τοῦ καλουμένου Ζευξίππου, ὃς ἔτος ἓν καὶ τριάκοντα ἐβασίλευσεν ἐν αὐτοῖς. Καὶ κατέσχεν αὐτῶν ἡ βασιλεία ἔτη, ἐννακόσια ὀγδοήκοντα.