Ancient Greek
1.96
Georgius Cedrenus, Compendium Historiarum 1.96
Unproofread scanNot analysed yet
τὰ δὲ δυτικὰ καὶ τὰ κατὰ Ἰταλίαν μέρη ὑπὸ τῶν ἱῶν Πίκου τοῦ καὶ Διὸς ἐτοπαρχοῦντο. Ἐύ δὲ τοῖς Ἐλλησιν ὁ Προμηθεὺς ΠΡ. ἦν] καὶ Ἐπιμηθεὺς Ἄτλας τε καὶ ὁ πανόπτης Ἄργος ἐγνωρίζοντο, ὃν καὶ ἑκατοντόφθαλμον διὰ τὸ ὀξυωπέστατον καὶ περίΚβλεπτον εἶναι τὴν διάνοιαν ἐκάλουν. Καὶ ὁ μὲν Ἄτλας ἀστρονομικὴν μετήει ἐπιστήμην, διὸ καὶ τὸν οὐρανὸν ῥαστάζειν αὐτὸν ἐμυθεύσαντο, Προμηθεὺς δὲ γραμματικὴν, ὥς φασιν, ἐξεῦρεν. Οἱ δὲ Ἀναξαγόρειοι ἑρμηνεύουσι νοῦν μὲν τὸν Δία, τὴν δὲ Ἀθηνᾶν τέχνην. Ὅθεν καὶ τὸ, Χεφῶν ὀλλυμένων ἔῥῥει πολύμητιν Ἀθήνην· τὸν δὲ Προμηθέα νοῦν ἔλεγον· προμήθεια γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς. Διὸ καὶ μυθεύονται τοὺς ἀνθρώπους μεταπεπλάσθαι, δηλονότι ἀπὸ ἰδιωτείας εἰς γνῶσιν. Ἐπιμηθεὺς δὲ τὴν μουσικὴν ἐξεῦρε, καὶ Δευκαλίων τὰ περὶ τοῦ κατακλυσμοῦ τῆς Ἀττικῆς ἀνετάξατο. ὉΚέκροψ δὲ διφυὴς ὡνομάσθη, ἢ διὰ μῆκος σώματος, ἢ ὅτι Αἰγόπτιος ὢν τὰς δύο γλώσσας ἠπίστατο. Οὗτος μετὰ τὸν κατακλυσμὸν τῆς Ἀττικῆς Ἀθηνῶν ἐβασίλευσε χρόνους νʹ, καὶ ἀπὸ τῆς Ἀθηνᾶς τὴν πόλιν Ἀθήνας ὡνόμασεν, Ἐπὶ αὐτοῦ ἐν τῇ ἀκροπόλει ἐλαία πρώτως ἐφύη. Ἀπὸ τούτου Κεκροπία ἡ χώρα πρῶτον ἐκλήθη. Οὗτος πρῶτος βοῦν ἐθαύμασε καὶ Ζῆνα προσηγόρευσεν. Ἐπὶ τούτου τὸ ἐν Δήλῳ ἰερὸν Ἀπόλλωνος Δηλίου ὑπὸ Ἐριχθονίου υἱοῦ Κέκροπος ἱδρύνθη. Οὗτος νομοθετεῖ τὰς γυναῖκας ἔτι παρθένους οὔσας ἑνὶ ἀνδρὶ τῷ βουλομένῳ γαμεῖσθαι, καὶ μηδενὶ ἄλλῳ ἕως θανάτου προσανέχειν· ἕως γὰρ αὐτοῦ ἀδιαφόρως ἔζων, πρὸς και. ρὸν μιγνύμενοι καὶ αὗθις ὅτε βούλονται διαχωριζόμενοι, ὡς ἄδηλον εἰναι τίς αν εἴη τούτου πατὴρ, κτηνῶν τρόπον νοθευομένου τοῦ γένους τῇ ἐπιμιξίᾳ. Ἔλεγε γὰρ αὐτὸ αἴτιον εἶναι τοῦ κατακλυσμοῦ. Καὶ μετ´ αὐτὸν Κραναὸς ἐβασλευσεν ἔτη ἐννέα, ὅτι καὶ Ταπφὼ ἡ καὶ πρώτη Μουσῶν ἀνηγόρευτο. Εἶτα Φορνεὺς καὶ ἄλλοι μετ´ αὐτὸν ἕως Κόδρου βασιλεύσαν τος αὐτῶν ἔτη καʹ. Ἐκράτει οὖν ἡ Ἀθηναίων βασιλεία ἔτη υἱ βʹ. Κἀντεῦθεν ἄρχοντας δώδεκα προεβάλλοντο, δι´ ὧν ἡ κατ´ αὐτοὺς διῳκονομεῖτο πολιτεία. Ἐν τούτοις τοῖς ἄρχουσιν ἐνομοθέτει Ἀθηναίων πρῶτος Δράκων ὀνόματι. Μετ´ αὐτὸν δὲ Σόλων τοῦ Δράκοντος τοὺς νόμους ἠθέτει. Εἶτα Θάλης ὁ Μιλήσιος ἐθεσμοθέτει, καὶ πάλιν Αἰσχύλος τυραννήσας ἔτος ἓν καὶ μῆνας ζʹ. Μεθ´ ὃν Ἀλκιβιάδης ἕτη δύο, εἶτα ἄλλοι ιηʹ, καὶ αὐθις ἡ τούτων κατ ελύθη βασιλεία. Ἐν ἐκείνοις τοῖς καιροῖς καὶ οἱ κριταὶ ἦρχον ἐν υἱοῖς Ἰσραήλ, Τῶν κριτῶν τοῦ Ἰσραήλ ἐπανάληψις διὰ τὰς τῶν Ἕλλήνων ἱστορίας. Μετὰ Ἰησοῦν τοῦ Ναυῆ ἐκ τῆς Ἰούδα καὶ Συμεὼν φυλῆς [Ρ. ἅ] τοῖς ἀλλήλων σχοιἐν ἔσμασιν ἀνὰ μέρος βοηθούντων πρῶτος ἄρξαι τοῦ λαοῦ λέγεται Χάλεβ ἔτη λʹ. Μετὰ τοῦτο ὁ λαὸς εἰδώλοις λατρεύσας ἐκδίδοται δουλεύειν τῷ Χουσαρθὼμ