Ancient Greek
1.97
Georgius Cedrenus, Compendium Historiarum 1.97
Unproofread scanNot analysed yet
βασιλεῖ Συρίας τῆς Μεσοποταμίας ἔτη ιηʹ. Ἐπιστρέψαντος τοίνυν τοῦ λαοῦ πρὸς Θεὸν ἀνίστησι τὸν Γοθονιὴλ πρῶτον κριτὴν, ἀδελφὸν νεώτερον τοῦ Χάλεβ, ὃς ἔκρινε τὸν λαὸν ἔτη μʹ· ἐπὶ τούτου γέγονεν ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς ἐν τῇ Ἐλλάδι, Καὶ πάλιν τὸ πονηρὸν ποιήσας ὁ Ἰσραὴλ παρεδόθη Ἐγλὼν βασιλεῖ Μωαβιτῶν ἐν τῳ γφμβ´ ἔτει, καὶ ἐδούλευσεν ἔτη ιηʹ. Πάλιν δὲ αὐτοὺς ἐπιστρέψαντας ἐξαιρεῖται διὰ τοῦ ἀμφοτεροδεξιοῦ Ἀώδ, ὃς ἔσχε τὸ ἐπώνυμον τοῦτο διὰ τὸ ὁμοίως ἐν παντὶ πράγματι τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ καθάπερ καὶ τῇ δεξιᾷ Οὗτος ἡγήσατο τοῦ λαοῦ ἔτη πʹ. Τούτου τῷ κζἔτει ἐβασίλευσε τῆς Ἀττικῆς ὁ Κέκροψ· ἐν δὲ τῷ οζʹ ἔτει γέγονε κατακλυσμὸς ἐν Θεσσαλίᾳ καὶ Αἰθιοπίᾳ. Πάλιν εἰδωλομανοῦντα τὸν Ἰσραὴλ παρέδωκε Κύριος ἐν χειρὶ Ἰαβεὶμ βασιλέως Χαναὰν ἔτη κʹ. Μετὰ ταῦτα Δεβόῤῥα προφῆτις, γυνὴ Ἀφειδὼθ φυλῆς Ἐφραΐμ, ἔκρινε τὸν Ἰσραήλ. Διὰ ταύτης ἡγήσατο Βαρὰκ, υἱὸς Ἀβινοεὶμ ἐκ φυλῆς Νεφθαλεὶμ, τῆς κατὰ Σισάῤῥα μάχης τοῦ ἀρχιστρατήγου Ἰαβεὶμ, καὶ ἐκράτησε πάσης τῆς δυνάμεως αὐτοῦ. Αὐτὸς δὲ ὁ Σισάῤῥα τοῖς ποσὶ διαφυγὼν ὑπὸ Ἰαὴλ γυναικὸς Χάμερ τοῦ Κινναίου ἀναιρεῖται, πασσάλῳ κατὰ τῆς γνάθου διαπαρείς. Κατὰ τούτους τοὺς χρόνους Κάδμος ἐν Θήβαις ἐβασίλευσε. Μετὰ δὲ τὴν Δεβώῤῥας τελευτὴν ἐξήμαρτε παιν υ δὲ αὐτοῖς ἐκ φυλῆς Μανασσῆ, θείοις σημείοις τῆς νίκης κομισάμενος τὴν πίστιν, ἐπανίσταται, καὶ ἐν τοῖς ἀνδράσι τοῖς λάψασι καθὼς κύων τῶν ιβʹ μυριάδας διαχειρισάμενος ἦρξε τοῦ λαοῦ ἔτη μʹ. Ἀβιμέλεχ τούτου υἱὸς ἔτη γʹ, Θόλα ἔτη κγʹ, Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κρʹ. Μετὰ τοῦτο ἐξήμαρτεν ὁ λαὸς, καὶ παρεδόθη τοῖς Ἀμανίταις ἔτη ιηʹ. Ἔπειτα τὴν πρὸς Θεὸν ποιησάμενος ἐπάνοδον σώζονται διὰ τοῦ Ἰεφθάε τοῦ Γαλααδίτου ἔτη ϛʹ. Μετὰ τοῦτον Ἐσσεβὼν ἔτη ζδʹ. Κατὰ τούτους τοὺς χρόνους τὸ Ἵλιον ἐκτίσθη καὶ ἡ Τροία, καὶ Ἀσκληπιὸς τὴν ἰατρικὴν ἐπιστήμην μετῄει. Ἐγλὼν ὁ Βαβυλωνίτης ἔτη ιʹ. Ἀβδὼνυίὸς Σελεὶμ ῥ Μαραθωνίτης, ὅς ἦν πατὴρ παίδων μʹ καὶ ἐκγόνων λʹ, ἔκρινε τὸν Ἰσραὴλ ἔτη ηʹ. Κατὰ τούτους τοὺς χρόνους Ὁρφεὺς ὁ Θρὰξ ὁ λυρικὸς καὶ ποιητῶν ἁπάντων ἐπισημότατος παρ´ Ἕλλησιν ἐγνωρίζετο, [Ρ. θά] ὃς ἐν ποιητικοῖς στίχοις περὶ στοιχείων ποιήσεως καὶ ἀνθρώπου γενέσεως, καὶ φωτὸς ἐξ αἰθέρος ἔλλαμψιν φιλοσοφῶν, ἀρχάς τε ἀσωμάτους καὶ ἐξουσίας, ἣλιον καὶ σελήνην καὶ ἄστρα πάντα, γῆν καὶ θάλασσαν καὶ τὰ ἐν αὐτοῖς ὁρατά τε καὶ ἀόρατα πάντα ὑπὸ τοῦ Δημιουργοῦ τῶν ὅλων γενέσθαι, καὶ τὸ τῶν ἀνθρώπων γένος ὑπ´ αὐτοῦ τοῦ Θεοῦ πλασθῆναι ἐκ γῆς καὶ ψυχὴν ὑπ´ αὐτοῦ λογικὴν λαβεῖν, εἰς μίαν δὲ δύναμιν καὶ ἓν κράτος θεότητος ἀνάγεσθαι τὰ πάντα θεολογεῖ, ὅς ἐστιν ὁ ὤν Θεὸς, ὃν οὐδεὶς ὁρᾷ. Τρία δὲ, φησὶν, ὀνόματα, βουλὴ, φῶς, ζωὴ, ἐν αὐτῷ, ὀλίγου δεῖν συμφώνως τῇ ἀληθείᾳ τῇ καθ´ ἡμᾶς περί τε Θεοῦ καὶ ἀνθρώπων ὁ σοφώτατος