Ancient Greek
2.118
Georgius Cedrenus, Compendium Historiarum 2.118
Unproofread scanNot analysed yet
μεταθεῖναι τὴν στρατοπεδείαν. Ἀλλὰ τοῦτον οἱ ἐνεδρεύοντες καὶ τὰ ἐν τῷ μεταξὺ πεδία φυλάσσοντες Ἄραβες καιροσκοπήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι κατέσχον, τὸν δὲ μετ´ αὐτοῦ λαὸν διεσκέδασαν. Ἐς ραοῦτον δὲ προῆλθον τόλμης καὶ ἀναιδείας ὡς ἀναφανδὸν ἐπικόπτειν Ῥωμαίοις τὴν χορτολογίαν καὶ τὴν τῶν ἄλλων ἀναγκαίων συλλογήν. Πλέον δ´ αὐτοὺς ἑκάκουν ἐν τοῖς ὕδασι· πιεῖόμενοι χὰρ οἱ Ῥωμαῖοι καὶ οἱ τούτων ἵπποι καὶ τὰ ὑποζύγια, ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους εἴς προφανῆ ἑαυτοὺς συνώθουν τὸν κίρδονον. καὶ οἱ ἀλισκόμενοι προσαπώλοντο. Τότε δὴ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνὸς ἐκπεμφθείς ἀνακόψαι τοὺς ἐπεμβαίνοντας Ἄραβας καὶ ἀνδρικόν τι καὶ γενναῖον διαπράξασθαι, καὶ τούτοις συμπλακεὶς καὶ ἀκόσμως φυγὼν, μεγάλης ταραχῆς καὶ συγχύσεως τὰ Ῥωμαίων ἐνέπλησε καὶ τὸν βασιλέκ αὐτόν· ἐπανελθόντος γὰρ αὐτοῦ τεθορυβημένου καὶ τὸ στρατόπεδον ἀπαν ταραχῆς ἐμφορκσαντος καὶ ἀκοσμίας, οὐκέτι τοῦ λοιποῦ μάχης λόγος ἐτύγχανεν, ἀλλ´ ἕκαστος, ὥς πη δυνατὸν ἧν, τὴν ἑαυτοῦ σωτηρίαν ἐπραγματεύετο. Βουλῆς οὖν προτεθείσης ἔδοξεν ἕωθεν διαλύσαντας τὴν τάφρον ἐπαναζευγνύειν εἰς Ἀντιόχειαν. Καὶ δὴ κατὰ τὴν δεκάτην τοῦ Αὐγούστου μηνὸς, ἰνδικτιῶνος ιγʹ, ἔτους φφλη, κατὰ τὰ βεβουλευμένα τὰς τῆς στρατοπεδείας ἀνοίξαντες πύλας ἀπανταχῆ τῆς ἐπ´ Ἀντιόχειαν εἴχοντο, οἱ πλείους μὲν κοιλιακῷ κατειργασμένοι νοσήματι, οἱ πλείους δὲ καὶ ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους κατειργασμένοι, Οῖς ἐξελθοῦσι τῆς παρεμβολῆς μετὰ ῥύμης οἱ Ἄραβες ἐπιτίθενται. [Ρ. Ἱῒ] Τῶν δὲ μηδ´ ὄλως ἀποστάντων τῆς ὁρμὴν γίνεται τροπὴ φρικωδεστάτη, καὶ οἱ μὲν ὑπ´ ἀλλήλων ἐπατοῦντο καὶ διεφθείροντο, οἱ δὲ ζωγρίαι ἡλίσκοντο. Ἔνθα τι καὶ συνέβη χάριεν γενέσθαι· τῶν γὰρ στρατηγῶν, οἷς ἐπ´ ἀνδρίᾳ μέγα ὄνομα ἧν, καὶ τῶν στρατιωτῶν μηδενὸς ἀποστῆναι τολιμώντων τὸν κίνδυνον, ἀλλ´ ἀγεννῶς ἀποδιδρασκόντων, εὐνοῦχός τις τῶν βασιλικῶν θαλαμηπόλων τὴν ἑαι,το φεροιμίνην ἰδων ἀποσκευὴν καὶ τοὺς ὑπηρέτας, καὶ μὴ ἐνεγκών μετρίως τὸ πάθος, τὸν ἵππον τῇδὲ κἀκεῖσε συνταράξας ἔπεισι μετὰ σφοδρᾶς ὁρμῆς κατὰ τῶν Σαρακηνῶν, καὶ τόξον ἐντείνας βάλλει μὲν ἕνα, ῥέπει δὲ τοὺς ἄλλους, καὶ τὰ ἑαυτοῦ ἑλών ὑπέστρεψε γεγηθώς. Ὁ δὲ βασιλεὺς ἐγγὸς ἐλθὼν τοῦ ἀλῶναι πεοισώθεται εἰς Ἀντιόχειαν, ἐκθύμως ἀγωνισαμένων τῶν βασιλικῶν ἑταίρων καὶ διασωσάντων ἑαυτούς τε καὶ τὸν βασιλέα Τότε δὴ Γεωρ ἴου τοῦ Μανιάκη τοῦ θέματος στρατηγοῦντος Τελοὺχ, Ἄραβες ὀκτακόσιοι μετὰ γαύρου τοῦ φοονήματος ὑποστρέψαντες ἀπὸ τῆς τροπῆς καὶ πρὸς αὐτὸν παραγενόμενοι εἴκειν τὴν ταχίστην ἐκέλεωον καὶ τῆς πόλιν καταλιπεῖν τοῦ βασιλέως ἑαλωκότος καὶ παντὸς τοῦ Ῥωμαῖκοῦ στρατεύματος ἄρδην ἀπολωλότος, καὶ μὴ ἑαυτὸν προφανεῖ κινδύνῳ ἐκδεδωκέναι· ἡμέρας γὰρ διαλαμπούσης οἰκτρῶς αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἀπολοῦνται περιστοιχισθέντες. Ὁ δὲ δέχεσθαι τάχα τὴν παραίνεσιν δόξας καὶ ποιήσειν τὸ κελευόμενον ὑποπτευθεὶς, σῖτά τε καὶ ποτὰ τούτοις ἀποχρώντως ἐκπέμψας διαναπαύειν ἐκέλευεν ἑαυτοὺς, ὡς ἄμ´ ἡμέρᾳ αὐτὸς μὲν σὺν τοῖς συνοῦσιν αὐτῷ ἀπαλλαγήσεται, αὐτοὺς δὲ κυρίους καταστήσει τῆς πόλεως Τελοὺχ καὶ πάντων τῶν