Ancient Greek
2.119
Georgius Cedrenus, Compendium Historiarum 2.119
Unproofread scanNot analysed yet
Ῥωμαϊκῶν χρημάτων. Οἱ δὲ τοῖς τε λόγοις καὶ τοῖς ἔργοις φενακισθέντες, καὶ ὡς αὕριον τάχα ἀπολήψεσθαι τὰ πάντα ὄπειληφότες, πρὸς πότους καὶ μέρας ἐτράπησαν καὶ ἐν πάσῃ ἀδείᾳ καὶ ἀμεριμνίᾳ διενυκτέρευον. Ὁ δὲ περὶ μέσας νύκτας οἶνωμένοις αὐτοῖς καὶ ἀφροντίστως κοιμωμένοις ἐπιτίθεται, καὶ τούτους μὲν πάντας ἀπέσφαξεν, ὁφείλετο δὲ καὶ διακοσίας ὀγδοήκοντα καμήλους πεφορτωμένας καὶ πλήρεις ἀγαθῶν παντοίων Ῥωμαϊκῶν. Τὰς δὲ ῥῖνας καὶ τὰ ὧτα τῶν πεσόντων ἀποτεμὼν διεκόμισεν ἐν Καππαδοκίᾳ τῷ βασιλεῖ, ἤδη ἀπὸ τῆς φυγῆς κατειληφότι τὸν τοῦ Φωκᾶ οἶκον καὶ ἐν αὐτῷ διατρίβοντι. Ὁν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος κατεπάνω τῆς κάτω Μηδίας ἀποδείκνυσιν Ἀπαίρων δὲ τῆς Συρίας δομέστικον μὲν τῶν σχολῶν ἀποδείκνυσι Συμεὼν τὸν τοῦ πενθεροῦ αὐτοῦ Κωνσταντίνου θεράποντα, ἡγεμόνα δὲ Ἀντιοχείας Νικήταν τὸν ἐκ Μισθείας. Τούτοις ἐνετείλατο κατὰ τὸ δυνατὸν ἀποπειρᾶσθαι τοῦ παρὰ τοῦ λουσάραφ κτισθέντος φρουρίου, [ΡΤβ] ᾧ Μενῖκος ὄνομα, εἴ πως δυνηθεῖεν ἀπαλλάξαι Συρίαν τῶν ἐκ τοῦ Μουσάραφ ἐπιδρομῶν. Ἀφυῶς δὲ τούτων καὶ ἀμαθῶς ἐπιχειρησάντων τῆς πολιορκίφα νυκτὸς ὁ Μουσάραφ ὑπεκδραμών τοῦ φρουρίου τάς τε ἐλεπόλεις ἐνέπρησε καὶ τούτους ἐκεῖθεν αἰσχρῶς ἀπεδίωξεν Ὅπερ πυθόμενος ὁ βασιλεὺς, καὶ μὴ φέρων τὴν ββριν, Θεόκτιστον πρωτοσπαθάριον, ἕνα τῶν πιστικωτάτων αὐτῷ ὑπάρχοντα δίακόνων καὶ μέγαν ἐτω ρειάρχην τῷ τότε χρηματίζοντα, μετὰ δυνάμεως ἀδρᾶς Ῥωμαίων τε καὶ ἐθνικῶν κατὰ Συρίας ἐκπέμπει, στρατηγὸν αὐτοκράτορα τοῦτον προχειρισάμενος, καὶ ἐπισκήψας τῷ Τριπόλεως συμμῖξαι ἀμηρᾷ Πινζαρὰχ καὶ μετ´ αὐτοῦ τὰ τῶν Ἀράβων λυμαίνεσθαι· ἔτυχε γὰρ οὗτος ὁ Πινζαράχ Σιά τι πρόσκρουμα πρὸ μικροῦ ἀποστατῆσαι τοῦ Αἰγυπτίων ἀμερμουμνῆ καὶ ὅπλα κινῆσαι κατ´ αὐτοῦ. Καὶ τοῦ Αἰγυπτίου τὸν Τοῦρκον Τοῦσπερ, ἄρχοντα τυγχάνοντα τῶν αὐτοῦ ταγμάτων, μετὰ χειρὸς ἀξιολόγου ἐπὶ καθαιρέσει τοῦ Πινζαρὰχ πεπομφότος, ὡς οὖτος ᾔσθετο μὴ ἀξιόμαχος εἶναι αὐτὸς καθ´ ἑαυτὸν τῇ τῶν Ἀγυπτίων συμπλακῆναι δυνάμει, τῷ βασιλεῖ Ῥωμαίων προσρύεται καὶ ὁμαιχμίαν αἰτεῖ. Οὖ τὴν αἴτησιν μὴ παριδὼν ὁ Ῥωμανὸς τὸν Θεόκτιστον μετὰ πλήθους ἀξιολόγου ἐξέπεμψε, συμμαχίαν τε παρασχεῖν τῷ Πινζαρὰχ κελεύσας, καὶ ἐκ παρόδου τοῦ φρουρίου Μενίκου ἀντιποιεῖσθαι· ὃς ἀπελθὼν καὶ συμμίξας τῷ Πινζαρὰχ ἔργου εἴχετο. Καὶ ὁ μὲν Αἰγοπτίων ἀρχιστράτηγος Τοῦσπερ τῷ αἰφνιδίῳ τῆς ἐφόδου καὶ τῷ πλήθει καταπλαγεῖς οὕταδε ὑπενόστησεν· οὐδὲ ἤνεγκε δὲ οὐδ´ ὁ Μουσάραφ τὴν ἐπέλευσιν τῶν πολεμίων, ἀλλὰ τὸν Μενῖκον ἀφεὶς ἱφυγε καὶ περὶ τὰ ὅρια Τριπόλεως συσχεθεῖς ἀνῃρέθη. Παρειλήφασι δὲ οἷ περὶ τὸν Θεόκτιστον αὐτό τε τὸ φρού ριον τὸν Μενῖκον, παραδοθὲν αὐτοῖς ὑπὸ ἀδελφόπαι.