Ancient Greek
2.122
Georgius Cedrenus, Compendium Historiarum 2.122
Unproofread scanNot analysed yet
ῆς ποοτέρας αὐτοῦ γυναικὸς Ὡλένης ἀποθανούσης μενάλας διαδόσεις ὑπὲρ αὐτῆς ἐποιήσατο. Τούτῳ τῶ ἔτει κατὰ τὴν κη´ τοῦ Φεβρουαρίου μηνὸς καὶ ἀστὴρ διῆξεν ἀπὸ βοῤῥᾶ πρὸς μεσημβρίαν μετ´ ἤχου καὶ κτύπου· ἐφαίνετο δὲ ἄχρι τῆς ιε´ Μαρτίου, τόξον Ὃσερθεν ἔχων. Μαρτίῳ δὲ τʹ, ἡμέρᾳ γ, γέγονε σεισμός. Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἓκδρομὴ Ἀφρων Σαρακηνῶν, πλοίων χιλίων, πολεμιστὰς ἔχοντας μυρίους, οἵτινες πολλὰ τὰς νήσους καὶ παραλίους ἐκάκωσαν. Ὧν μέρει τινὶ συμπλακεὶς Νικηφόρος ὁ Καραντηνὸς ἐτρέψατο [. Τ καὶ πεντακοσίους πεπεδημένους Σαρακηνοὺς τῷ Βασιλεῖ ἐἕαπέστειλε. Τούτῳ τῷ ἔτει καὶ Γεώργιος προτοσπαὑάριος ὁ Μανιάκης, ὁ Γουδελίου τοῦ Μανιάκη υἱὸς, ἐν παρευσρατιδίων στρατηγῶν πόλεων καὶ ἐν Σαμοσάτοις τὰς οἰκήσεις ἔχων τῆς παρὰ τῇ Ὁσροηνῇπόλει ἀπεπειράθη Ἐδέσσης· ταύτης γὰρ τὴν ἐπιστασίαν Σαλαμάνης ἔχων ὁ Τοῦρκος, παρὰ τοῦ ἀμηρᾶ Μαρτυρουπόλεως τοῦ Μιεφερκεῖμ ἐπιτετραμμένθς αὐτῷ, καὶ δώροις καὶ ὑποσχέσεσι καὶ τιμαῖς διαφθαρεὶς παραθίδωσι τῷ Μανιάκῃ, ἀωρὶ σῶν νυκτῶν, ὅς τρεῖς πύργους λίαν ἀχυρωτάτους κατασχὼν εὐψύχως τοὺς πολιορκοῦντας ἡμύνετο, βοήθειαν ἔξωθεν ἐπικαλούμενος. Ἀπομερμάνης δὲ ὰ τῶν Μιεφερκεὶμ ἀμηρᾶς, τὴν ἄλωσιν μαθὼν καὶ ἀξὺς ἐπιφανεὶς μετὰ δυνάμεως οὐκ ὀλίγης ἐπεχείροσε μὲν τῇ πολιορκίᾳ τῶν πύργων, γενναίως δὲ´ ὑποστάντος τοῦ Γεωργίου ἀποκρουσθεὶς καὶ μὴ ἔχων ἄτι καὶ δράσειεν, ἀποκείρας τὰ κάλλιστα τῶν οἰκη- «άτων καὶ διαφθείρας τὸν τῆς πόλεως κόσμον καὶ αὐτῆς τῆς Μεγάλης Ἐκκλησίας, καὶ καμήλοις ἐπιθεὶς τὰ κάλλιστα, καὶ τὰ περίλοιπα τῆς πόλεως πυρὶ παραδοὺς, ὑπεχώθησεν εἰς Μαρτυρούπολιν. Ἀδείας δὲ τυχὼν ὁ Μανιάκης, τὸν ἐν μέσῳ τῆς πόλεως κείμενον φρούριον ἐν λοφώδει πέτρᾳ κατασχὼν, δύ ναμίν τε ἔξωθεν προσκαλεσάμενος, ἀσφαλῶς τὴν πόλιν κατέσχεν. εὑρὼν δὲ καὶ τὴν ἱδιόγραφον ἐπιστολήν τοῦ Δεσπότου καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν πρὸς Λύγαρον πεμφθεῖσαν, τῷ βασιλεῖ ἐν Βυζαντίῳ ἀπέστειλεν. Ἀχίου δὲ τοῦ Αἰγυπτίου μανέντος καὶ πολλὰ νακὰ εἰς Χοιστιανοὺς ἐνδειξαμένου, καταστρέψαντος δὲ καὶ τὸν ἐν Ἰεροσολύμοις ναὸν τοῦ Κυρίου καὶ Χωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶτα καὶ αὐτοῦ αἴσχιστα καταλύσαντος τὴν ζωὴν, ὁ υἱὸς αὐτοῦ, ἄπό τινος Ῥωμαίας γυναικὸς αἱχμαλώτου τεχθεὶς αὐτῷ, ἐπέτρεψε τοῖς βουλομένοις οἰκοδομεῖν τὸν ναὸν, δν ἀποστείλας ὁ βασιλεὺς φιλοτίμως οἰκοδομῆσαι ἠπείγετο. Ἀλλὰ φυάσαν τὸ χρεὼν ἐνεπόδισε, καὶ ὁ μετ´ αὐτὸν Μικαήλ ἐκπληρωτὴς τοῦ ἔργου ἐγίνετο. Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ´ ἀδελφῇ γαμβρὸς τοῦ βασιλέως, ὁ Σκληρὸς, παρὰ Κωνσταντίνου ἐκτυφλωθεὶς, ἄστατον γνώμην ἔχων καὶ ἀλλοπρόσαλλον, εἶ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν εὐεργεσιῶν ἡξίωτο παρὰ τοῦ Ῥωμανοῦ, ὅμως ἐπιβουλὴν μελετᾷν κατ´ αὐτοῦ. Ἀλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλλεται σὺν τῇ γυναικί· Ἀπέστειλε δὲ καὶ ἐξ Ἐδέσσης ὁ Μανιάκης τῷ βασιλεῖ ἐνιαύσιον φόρον, λίτρας πεντήκοντα. Καὶ ὁ τῆς Τριπόλεως δὲ ἀμηρᾶς ὃ Πινζαρὰχ, κατισχυόμενος παρὰ τῶν Αἰγυπτίων, φυγὰς τὴν βασιλίδα