Ancient Greek
2.123
Georgius Cedrenus, Compendium Historiarum 2.123
Unproofread scanNot analysed yet
κατέλαβεν· ὄν ὁ βασιλεὺς πάλιν μετὰ πλείστης δινάμεως σὺν τῷ ἐταιρειάρχῃ Θεοκτίστῳ εἰς Συρίαν ἐκπέπομφεν, ἐξέπεμψε δὲ καὶ μετὰ στόλου τὸν πρωτοσπαθάριον Τεκνέαν τὸν ἐξ Ἀβύδου εἶς Αἵγυπτον, [Ρ. Τθὲ] τὰ τοῦ Νείλου στόματα, ὃπη παρείκοι, κακώσοντα, καὶ αὐτὴν Ἀλεξάνδρειαν· ὃς εὐθύς. πλοήσας καὶ μέχρις αὐτῆς ἐλάσας Ἀλεξανδρείας πλοῖά τε πάμπλειστα ἐχειρώσατο καὶ λείαν ὅτι πολλήν περιβαλόμενος ὑπέστρεψεν ἀσινής. Παρέδωκε δὲ καὶ τὸ φρούριον τὸ λεγόμενον Περκρὶν ὁ κατέχων αὐτὸ Σαρακηνὸς Ἀλεὶα, ἔγγιστα Βαβυλῶνος διακείμενον, τῷ βασιλεῖ Ῥωμαίων, ἐλπίσας πατρικιότητός τε καὶ πλείστων ἄλλων ἀμοιβῶν ἀξιωθῆναι, διὰ ποῦ υἱοῦ αὐτοῦ τὴν πρὸς τὸν βασιλέα ποιησάμενος ἔντευξιν. Καὶ τὸ φρούριον μὲν παρειλήφει ὁ πατρίκιος Νικόλαος ὁ Βούλγαρος, ᾧ Χρυσήλιος τὸ ἐπώνο μον, ὁ δὲ τοῦ Σαρακηνοῦ υἱὸς εἰσελθὼν ἐν τῶ Βυζαντίῳ καὶ διὰ τὸ τὸν βασιλέα συνέχεσθαι ἀῤῥωστήματι μηδεμιᾶς τυχών ἐπιστροφῆς καὶ μετὰ θυμοῦ ἀποστρέψας ἀνέπεισε τὸν γεννκσαντα ἀντιλαβέσθαι τοῦ οἰκείου φρουρίου, ὅστις λάθρα τοῖς ὁμόροις Πέρσαις κοινοπραγήσας νυκτός τε τὸ φρούριον ἀπέκλεψε καὶ ἐξακισχιλίους ἄνδρας Ῥωμαίους πολεμιστὰς ἀπέκτεινε ῥαστώνῃ καὶ ἀμελείᾳ τοῦ κατέγοντος τοῦ Χρυσηλίου. Ἀλλὰ μετὰ μικρὸν ὁ πατρίκιος Νικήτας ὁ Πηγονίτης ἄρχειν ἐκεῖσε πεμφθεὶς κοὶ ἐπιμόνῳ χρησάμενος πολιορκίᾳ μετὰ Ῥὼς καὶ λοιπῆς ἄλλης Ῥωμαικῆς δυνάμεως, τό τε φρούριον κατὰ κράτος εἶλε πολιορκίᾳ καὶ τὸν Ἀλεὶμ σὺν τῷ υἱῳ ἀπέκτεινε. Τότε δὴ καὶ Ἀλδὴ ἡ Γεωργίου τοῦ Ἀβασγοῦ γυνὴ τοῦ γένους οὗσα τῶν Ἀλανῶν, προσεῤῥύη τῷ βασιλεῖ, παραδοῦσα καὶ τὸ ὀχυρώτατον φρούριον τὴν Ἀνακουφήν· ἧς τὸν υἱὸν Δημήτριον ὁ βασιλεὺς τῷ τῶν μαγίστρων τετίμηκεν ἀξιώματι. Ἔστησε δὲ πάλιν κατὰ τῶν Σαρακηνῶν τρόπαιον ὁ Καραντηνὸς, ἐξελθόντων ἐπὶ λεηλασίᾳ, καὶ δεσμίους ἑξακοσίους τῷ βασιλεῖ πέπομφε. Τούτῳ τῷ τφμβʹ ἕτει, ιζ Φεβρουαρίου μηνὸς, σεισμοῦ γεγονότος κακῶς ἔπαθον αἱ ἐν Συρίᾳ πόλεις. Καὶ τοῦ Ὁρέστου δὲ παραλυθέντος τῆς ἀρχῆς Αέων μὲν ὁ λεγόμενος Ὢπος τοῦ πεζικοῦ στρατοῦ κατάρχειν ἐκπέμπεααι ἐν Ἰταλίᾳ, τοῦ δὲ πλωίμου Ἰωάννης, εἶς ὢν τῶν θαλαμηπόλων Βασιλείου τοῦ βασιλέως. Τῆς δὲ ἀκρίδος ἐπὶ πολὺν χρόνον τὰ Ἐῷα διαφθειρούσης θέματα ἠναγκάσθησαν οἱ ἔποικοι τούτων καὶ τὰ τέκνα πωλῆσαι καὶ ἐν Θρῴῃ ἀποικισθῆναι· οἷς ἀνὰ τρία νομίσματα διδοὺς ἄπασιν ὁ βασιλεὺς ὑποστρέφειν οἶκαδε παρεσκεύασεν, ἓως ἡ ἀκρὶς ἀνέμῳ ἀρθεῖσα βιαίῳ εἰς τὸ τῆς Ἑλλησπόντου πεσοῦσα διεφθάρη πέλαγος καὶ ἐκβρασρεῖσα πρὸς τὸν αἰγιαλὸν τὴν παράλιον ψάμμον ἐκάλυψεν. Ὁ δὲ βασιλεὺς τούς τε τῶν ὑδάτων ὁλκοὺς ἐπεμοιήσατο τοὺς τὸ ὕδωρ τῇ πόλει εἰσάγοντας, καὶ τὰς δενομένας τοῦτο καστέλλους [. Τθ] καὶ τὸ λωβοτροφεῖον καὶ τὸ ὀρφανοτροφεῖον καὶ πάντας