Ancient Greek
2.124
Georgius Cedrenus, Compendium Historiarum 2.124
Unproofread scanNot analysed yet
τοὺς κακῶς καθόντας ἔεννας ἀπὸ τοῦ σεισμοῦ, καὶ ἀπλῶς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν ἔργων. λόσῳ δὲ χρονίᾳ βάλλεται καὶ τριχοῤῥυεῖ γένον τε καὶ τὴν κόμην, κατεργασθεὶς, ὥς φασιν, ὑπὸ Ἰωάν νου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. Οὕτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιὶτὶας ὑπηρετῶν τῷ Ῥωμανῷ, ἄρτι τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δόναμιν ἔσχεν. Ἡσαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοὶ, Μιχαὴλ. Νικήτας, Κωνσταντῖνος τε καὶ Γεώσγιος. Ἀλλ´ οὖτος μὲν ὁ Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Ρ Γεώργιος ὁπῆρχον εὐνοῦχοι, ἀγυρτικὴν μετιόντες τέχνην, ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον ἥδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἄχδοικῆς ἤδη ἡλικίας ἀπτόμενος εὐπρεπέστατος ἦν τὴν ὄψιν. Ἄμφω δὲ τὴν ἀργυραμοιβικὴν μετήεσαν ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. Τούτους αἵκειωθεντας ἄπαντας τῷ βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, τὴν μέλλουσαν καταλήψεσθαι δυναστείαν αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῆρε δυνάμεως· οἶ τε γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασιλέως ἄρχων προύβέβλητο τοῦ πανθίου. Πρὸς τοῦτον ἡ βααιλλς ἱσωτα δαιμονιώδη σχοῦσα καὶ μανικὸν καὶ κρυφίους ἐντυχίας ποιησαμένη, σκοτίως ἐπεμίγνυτο. Αὰ καὶ, φασὶ, χρονίοις φαρμάκοις κατεργασθεὶς ὁ βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελίζετο, καιρὸν ἐπιἴητούσης τῆς βασιλίδος τοῦ τὸν βασιλέα μὴν ἀποσκευάσασθαι ἀνυπονοήτως, τὸν Μιχαήλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. Ὅθεν καὶ φαρμάκοις, ὼς εἴρηται, οὐκ ὡκυμόροις, ἀλλὰ σχολαιότατον καὶ βραδὺν ἐπάγουσι θάνατον καταπραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετὴς ὤν καὶ ὅλῃ ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. Διήρκεσεν οὖν ἀχρι τῆς ιε τοῦ Ἀπριλλίου μηνὸς, τῆς βʹ ἰνδικτιῶνος, τοῦ ϛφμβʹ ἔτους, Τότε δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας μεγάλης πέμπτης τὴν διανομὴν τῆς τῶν σνγκλήτικῶν ποιησάμενος ῥόγας, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανείου καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται· ὑπὸ τῶν περὶ τὸν Μιχαὴ λ ἐν τῇ κολυμβνθρᾳ τοῦ λοετροῦ, βασιλεύσας ἐπʹ´ ἔτη εʹ καὶ μῆνας ϛʹ. Καὶ ταύτῃ τῇ νυκτὶ πῶν ἁγίων παθῶν ψαλλομένων μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὄπὸ τοῦ βασιλέως Ῥωμανοῦ τάχα ἀτιελβεῖν ἐν τοῖς ἀνακτοροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄναντα Ῥωμανὸν, τοῦ χρυσοτρικὶ χαυ δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωή ἐξάγει τὸν Μιχαὴλ, καὶ τὸν πατριάρχην καταναγκάφει ἱερολογῆσαι τοῦτον αὐτῇ. Ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ἐνεδοίαζεν.