Ancient Greek
2.15
Georgius Cedrenus, Compendium Historiarum 2.15
Unproofread scanNot analysed yet
Ἰωάννου τοῦ Ἐλαδᾶς καταβιβάζουσι τοὺς οἰκείους Ἀλεξάνδρου, Ἰωάννην τὸν ῥαίκτωρα, τόν Γαβριηλόπουλον, τὸν Βασιλίτζην καὶ τοὺς λοιπούς. Προβάλλεται δὲ καὶ Ζωή Δὐγοῦστα Δομίνικον ἐταιρειάρχην διαστήριον δοκοῦντα καὶ τοῖς αὐτῆς προσκείμενον προστάγμασιν, οὖ τῆ συμβουλῆ καταβιβάζεται ὁ πατριάρχης τοῦ παλατίου. Καὶ ὁ μάγιστρος δέ Ἰωάννης ὁ Ἐλαδᾶς κατῆλθεν ἑκουσίως, νόσῳ ληφθεὶς, δ´ ἧς καὶ ἀπεβίω. Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος ὑφ´ ἑαυτὸν ἀγαγεῖν τὴν ἄπασαν τῆ βασιλείας ἡνίαν βουλόμενος καὶ μηδένα ἔχειν τὸν ἐμποδίζοντα. Ρ. Θί] διαβάλλει τὸν ταιρειάρχην εἰς τὴν Αὐγούσταν ὡς σφετεριζόμενον τὴν βασιλείαν εἰς τόν ἑαυτοῦ ἀδελφόν· οὖ τοῖς λόγοις πεισθεῖσα πατρίκιον αὐτὸν τιμᾷ, καὶ κατελθόντα, ὡς ἕθος, λαβεῖν εὐχὴν οἶκοι μένειν προσέταξε. Προχειρίζιται δὲ ἀντι αὐτοῦ Ἰωάννην τὸν Γαριδᾶν ἐταιρειάοχην, καὶ Δαμιανὸν εὐνοῦχον ἀρτιφανῆ τῆ βίγλας δρουγγάριον. Ἄγοντος δὲ καὶ φέροντος τοῦ Συμεὼν τὰ Θρακῷα μέρη, καὶ τῆ Αόγούστης φροντίζούσης μετὰ τῶν ἐν τέλει ὅπως αὐτοῦ παύσωσι τὰς ἐπιδρομάς, Ἰωάννης ὁ Βογᾶς ὑπέσγετο πατρίκιος τιμηθεὶς ἀγαγεῖν κατ´ αὐτοῦ Πατζινάκους, καὶ τυχὼν τῆ αἱτήσεως, δῶρα λαβὼν ἄπεισιν εἰς Πατζινακίαν. Καὶ σπεισάμενος καὶ ὁμήρους εἰληφώς ἐπάνεισιν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων τὸν Ἴστρον περαιώσασθαι καὶ Βουλγάροις πολεμεῖν. Πύτομόλησε δὲ τότε καὶ Ἀσώτης ἀνὴρ ὁνομαστὸς, υἱὸς ὤν τοῦ ἄρχοντος, τῶν ἀρχόντων. Ἐλέγετο δὲ οὖτος ῥάβδον σιδηρᾶν ἀμφοτέραις χερσὶ τῶν ἄκρων λαμβάνων περικλᾷν τῇ τῶν χειρῶν βίᾳ καὶ κάμπτειν, τῆ ἀντιτύπου τοῦ σιδήρου βίας ὁπεκούσης τῇ τῶν χειρῶν ἱσχύν· ὅν φιλοφρόνως ἡ δέσποινα δεξαμένη οἴκαδε πάλιν ὑπο νοστῆσαι πεποίηκε. Πολιορκοῦντος δὲ τοῦ Συμεὼν πὴν Ἀδριανούπολιν ἐφ´ ἡμέρας ἱκανὰς καὶ μηδὲν ἀνύοντος, Παγκρατούκας τις γένος ὢν Ἀρμένιος καὶ εἷς τῶν φυλάττειν τεταγμένων τὴν πόλιν, χρυσίῳ ελεασθεὶς προὔδωκεν αὐτὴν τῷ Συμεών. Μετ´ ὀλίγον δὲ ἀπεστάλη παρὰ τῆ Αὐγούστης ὁ πατρίκιος βασίλειος ὁ ἐπὶ τοῦ κανικλείου καὶ ἦικήτας Ἐλαδικὸς, καὶ χρυσίῳ καὶ χρήμασι πλείστοις πάλιν αὐτὴν ἀνκτήσαντο, Τούτῳ τῷ ἔτει καὶ Δαμιανὸς ὁ τῆ Τύρου ἀμηρᾶς μετὰ πολεμικῶν πλοίων καὶ δυνάμεως πολλῆς εἰσβα λὴν ἐποιήσατο κατὰ Ῥωμαίων, καὶ τὴν Στρόβηλον καταλαβών ἐνεργῶς αὐτὴν ἐπολιόρκει Καὶ ἐξεπόρθησεν ἂν, εἰ μὴ νοσήσας ἀπεβίω, διὰ κενῆς τῶν Σαρακηνῶν ὑποστρεψάντων. Μὴ φέρουσα δὲ Ζωὴ ἡ βασιλὶς τὰς τοῦ Συμεὼν συνεχεῖς ἐπιδρομᾶς, καὶ βουλομένη ταύτας ἀνακόψαι, δέον ἐγνώκει μετὰ τῆ συγκλήτου εἶναι σπείσασθαι τοῖς Σαρακηνοῖς, καὶ πάντα τὸν ἐν τῇ Ἐῴα στρατὸν διαπερᾶσαι πρὸς τὴν Ἐσπάραν, καὶ ἐνωθέντων τῶν τε ἑῴων καὶ τῶν δυτικῶν στρατευμάτων πόλεμον συστήσασθαι κατὰ τῶν Βουλγάρων, καὶ τελέως ἀφανίσαι αὐτούς. Ἔδοξε τοῦτο,