Ancient Greek
2.16
Georgius Cedrenus, Compendium Historiarum 2.16
Unproofread scanNot analysed yet
καὶ πεμφθεὶς εἰς Συρίον Ἰωάννης πατρίκιος ὁ Ῥαδηκνὸς καὶ Μιχαήλ ὁ Τοξαρᾶς ἐσπείσαντο τοῖς Σαρακηνοῖς. Καὶ δὴ τῆς ἀπ´ αὐτῶν ἀπαλλαγεῖσα φροντίδος ἡ βασιλὶς, τὴν συνήθη διανομὴν τῆς ῥόγας κελεύσασα γενέσθαι τῶν στρατευμάτων, Λέοντί τε μαγίστρῳ τῷ Φωκᾷ ταῦτα παραδοῦσα, δομεστίκῳ τῶν σχολῶν τογχάνοντι, ἀπᾶραι κατὰ Βουλγάρων ἐπέτρεψεν. Ἀθροισθέντων δὲ πάντων τῶν θεμάτων καὶ τῶν ταγμάτων κατὰ τὴν Διάβασιν εδίον δὲ ἡ Διάβασις μέγα καὶ πρὸς ὄποδοχήν στρατοῦ ἐπιτήδειον, ἀποσταλεῖς ὁ πρωτοπαπᾶς τοῦ παλατίου μετὰ τῶν τιμίων ξύλων (Θθ] παρεσκεύασε προσκυνήσαντας πάντας ἐπομόσασθαι κυν ἀποθνήσκειν ἀλλήλοις. Καὶ τοῦ ὅρκου τελεσθέντος πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. Ἥρχον δὲ τοῦ μὲν τάγματος ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, ἀνήρ πολεμικὸς καὶ πολλάκις ἐν μάχαις ἀνδραγαθήσας, τοῦ δὲ ἱκανάτου Ὁλβιανὸς ὁ Μαρούλης, ἀνὴρ δεδοκιμασμένος. Καὶ Ῥωμανὸς καὶ Αέων αἱ τοῦ Ἀρνυροῦ παῖδες, καὶ Βάρδας ὁ Φωκᾶς ἐτέρων ταγμάτων ἐξῆρχον· Συνῆ δὲ τούτοις καὶ Μελίας ὁ μάγιστρος μετὰ των Ἀρμενίων καὶ ἄλλοι πλεῖστοι στρατηγοί τῶν θεμάτων. Παρείπετο δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Αἰῷ ὡς τάχα σύμβουλος Λέοντος τοῦ δομεστίκου τῶν σχολῶν, Κατὰ δὲ τὴν σʹ τοῦ Αὐγούστου μηνὸς, τῆς πέμπτης ἰνδικτιῶνος, πολέμου συῥἀαγέντος Ῥωμαίοις τε καὶ Βουλγάροις πρὸς τῷ Ἀχελῴῳ φρουρίῳ, τρέπονται κατὰ κράτος οἱ Βούλγαροι, καὶ φόνος αὐτῶν ἐγένετο πολύς. δρῶτι δὲ τοῦ δομεστίκου περιῥῥανθέντος πολλῷ καὶ λειποθυμήσαντος καὶ τοῦ ἵππου ἀποβάντος ἐπί τινι πηγῆ καὶ τὸν ἱδρῶτα ἀποπλύνοντος καὶ ἑαυτὸν ἀπούύχοντος, τὸν δεσμὸν ἀποῤῥήξας ὁ ἵππος´ τυχαίως ἔθει διὰ τοῦ στρατοπέδου κενὸς ἐπιβάτου ὄν οἱ στρατιῶται θεώμενοι γνώριμον ὅντα, καὶ τὸν δομέστικον τεσεῖν ὑποτοπάσαντες, εἰς φόβον ἐνέπεσον καὶ κατιόλήθησαν τὰς ψυχὰς καὶ τῆς διώξεως ἔστησαν, ἦνιοι δὲ καὶ παλίντροποι γεγόνασιν. Ἑὲ ὑπερδεξίων Ξὲ ταῦτα θεώμενος ὁ Συμεώνύ γὰρ ἔτυχεν ἀσύντακτον τὴν φυγὴν ποιησάμενος] ἐπαφῆκε τοὺς Βουλγάρους κατὰ Ῥωμαίων. Οἱ δὲ καὶ πρότερον, ὡς εἴπομεν, τὰς γνώμας θλασθέντες καὶ τεθηπότες, ὡς, καὶ αἰφνίδιον ἐπιόντας ἐθεάσαντο τοὺς Βουλγάρους τρέπονται πανστρατὶ, καὶ γέγονε φυγὴ φρικωδεστάτη, τῶν μὲν ὑπ´ ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν ἐναντίων ἀναιρουμένων. Λέων δὲ ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. Ἐπεσε δλ λαὸς οὐ τῶν κοινῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ καὶ ταγματάρχαι ἀριθμοῦ κρείττους. Ἐσφάγι ἴξαρχος Ἰωάννης μάγιστρος ὁ Γράψων. Ἥν δὲ ἀποσταλεὶς ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνὸς δρουγγάριος τηνικαῦτα τῶν πλωίμῶν ὧν, μοτὰ παντὸς τοῦ στόλου παραπλεῖν τοῖς αὐγιαλοῖς προσταχθεὶς καὶ εἶς βοήθειαν τυγχάνειν τῷ Λέοντι, διαπερᾶσαι δὲ καὶ τοὺς παρὰ τοῦ Βογᾶ ἀχθέντας Πατζινάκους εἰς συμμαχίαν Ῥωμαίων. Διενέξεως δὲ γενομένης μέσον τοῦ Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, ἰδόντες τοὺς οἱ Εατζινάκαι στασιάζοντας πρὸς ἀλλήλους ὑπέστρεψαν εἰς τὰ δια, καὶ γέγονεν ἡ ἐξ αὐτῶν βοήθεια