Ancient Greek
2.37
Georgius Cedrenus, Compendium Historiarum 2.37
Unproofread scanNot analysed yet
τὸν μὴν ἐν τῇ Πανόρμῳ νήσῳ, τὸν Κωνσταντι. νον δὲ ἐν τῇ Τερεβίνθῳ. Καὶ διὰ μασιλείου τοῦ Καισαρείας καὶ Ἀναστασίου τοῦ Ἐρακλείας καὶ ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν μὲν Στέφανον ἐν Προικοννήσῳ,, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ, τὸν δὲ Κωνσταντῖνον ἐν Σαμορῴῃ. Ἀλλ´ ὁ μὲν Στέφανος μεγαλοφυῶς καὶ μεγαλοψύχως τὰς ἐπενεχθείσας αὐτῷ φέρων τύχας διετέλεσεν ἐπὶ ἔτη θʹ βιοτεύων ἐν τῇ Λέσβῳ· ὁ Κωνσταντῖνος δὲ ὀλιγώρως διατεθεῖς καὶ θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπιχειρήσας φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπεσεῖν τὸν φυλάττοντα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται, ρ. θδβ] Μηνὶ δὲ Ἰουλίῳ τῆς ϛʹ ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ ἀπέτισε τὸ χρεὼν, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται. Ὁ δὲ πορφυρογέννητος τὰ βποπτα περιελὼν ἐκ μέσου, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχὴν, κατά τὸ θεῖον Πάσγα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι τὸ διάδημα, τελέσαντος δὴ τὸς εὐχας Θεοφυλάκτου τοῦ πατριάρχου. Δοκῶν δέ τις γενναῖος ἀναφανῆναι καὶ τῶν τῇ βασιλέίᾳ διαφερόντων ἐπιμελέστερον ἀντιλήψεσθαι, εἰ μόνος κατάρξαι, μαλακώ τερος ὥφθη τῆς ὑπολήψεως, μηδὲν ἄξιον τῆς εἰς αὑτὸν ποοσδοκίας ἐπιδειξάμενος. Οἷνου τε γὰρ ἥττητο, καὶ τῶν ἐπιπόνων τὰ βᾷστα προέκρινε, δυσπαραίτητός τε ἧν ἐν τοῖς πταίσμασι καὶ ἀσυμπαθὴς κολαστὴς, ἀδιάφορός τε πρὸς τὰς προβολὰς τῶν ἀρχηγῶν, οὐκ ἀριστίνδην ταύτας ἰθύνεσθαι καὶ κατ´ ἰπιλογὴν ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυχόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἡ πολιταρχίαν, ἀδοκιμάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ διαΑυρεια οι Βαεῖίυε οὺιοωαιῖοιυς ἰητίπαμε,ϛ ἰὰβεβλημένον εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς τοῦτο συνεργούσης καὶ Ἐλένης τῆς αὐτοῦ γαμοτῆς καὶ Βασιλείου τοῦ παρακοιμωμένου, ὡνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαέντων. οὐ παντάπασι δὲ ἄμοιρος ἧν καὶ πράξεων ἀχαθῶν ὁ Κωνσταντῖνος. Ἡ γὰρ ῥηθῆναι μέλλουσα ἀξιἀγαστος οὖσα καὶ θαυμαστὴ ἐπισκιάσαι ἴσχυσε καὶ ἀμαυρῶσαι πολλὰ τῶν αὐτοῦ ἐλαττωμάτων. Τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν, μουσικὴν, ἀστρονο. μίαν, γεωμετρίαν, στερεομετρίαν, καὶ τὴν ἐν πάσοις ἔποχον φιλοσοφίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἶκείᾳ σπουδῇ ἀνεκτήσατο, τοὺς ἐφ´ ἑκάστῃ τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν καὶ διδασκάλους ἐπιστήσας, καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ συγκροτῶν. Διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῶ τῷ χρόνῳ ἐπὶ τὸ λογικώτεσον μετεῥῥύθμισε τὸ πολίτευμα. Ἐπεμελήθη δὲ καὶ τῶν βαναύσων καῖ χειρωνάκτων τεχνῶν, καὶ εἰς ἐπίδοσιν μεγάλην καὶ παύτας ἀνήνεγκεν. Πν δὲ καὶ τὰ πρὸς Θεὸν εὐσεβὴς καὶ φιλότιμος, μηδέποτο ἐν ταῖς πρὸς Θεὸν τυπικαῖς τῶν θείων ναῶν προσελεύσεσι κανὸς καὶ ἄκαρπος ὀφθεὶς τῷ Θεῷ, ἀλλ´ ἀναθήμασι δωρούμενος μεγαλοπρεπισι καὶ φιλοχρίστῳ βασιλεῖ πρέπουσιν.