Ancient Greek
2.38
Georgius Cedrenus, Compendium Historiarum 2.38
Unproofread scanNot analysed yet
Ἐμείψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς τὴν τῶν γυναικαδέλφων καθαίρεσιν ταῖσδε ταῖς Κἠεογεσίαις, Βάρδαν μὲν τὸν Φωκᾶν μάγιστρον τιμήσας καὶ δομέστικον τῶν σχολῶν τῆς Ἀνατολῆς, Νικηφόρον δὲ καὶ Λέοντα τοὺς τούτου υἱοὺς, τὸν μὲν τῶν Ἀνατολικῶν στρατηγὸν τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας τὸν Λέοντα προχειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον τῶν τῶν τῆς Σελευκείας, Bασίλειον δὲ τὸν Κετεινὸν ἔξαρχον τῆς μεγάλης εταιρείας. [. Οθθ] Μαριανὸν δὲ τὸν Ἀργυρὸν κόμητα τοῦ στάβλου καὶ τὸν Κουρτίκην Μανουὴλ τῆς βίγλας δρουγγάριον. Ἐξευνούχισε δὲ καὶ Ῥωμανὸν τοῦ Στεφάνου υἱὸν, τὸν μετέπειτα σεβκστοφόρον γενόμενον, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι· Μιχαήλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν. Ἀδαμαντίνοις, δι´, ὡς ᾤετο, δεσμοῖς τὴν βασιλείαν ἀσφαλισάμενος, καὶ πάσαν ὑποψίαν ἀποσεισάμενος, καὶ δόξας ἐν τῷ ἀσφαλεῖ καθεστάναι, μικροῦ δεῖν ἐκινδύνευσε δυσὶ μεγίσταις ἐπιβουλαῖς περιπεσών Θεοφάνης τε γὰρ ὁ παρακοιμώμενος ἐβουλήθη τὸν πρεσβύτην Ῥωμανὸν ἐκ τῆς νήσου Πρώτης εἶς τὸ παλάτιον ἀγαγεῖν, καὶ ἄλλους οὐκ ὀλίγους ἔχων συνἴστορας· καὶ τινες δὲ ἕτεροι, ἤτοι Λέων ὁ Κλάδων, Γρηγόριος ὁ Μακεδών, καὶ Θευδόσιος ὁ πρώτος τῶν τοῦ Στεφάνου ἱπποκόμων, καὶ Ἰωάννης ὁ ῥαίκτωρ, τὸν Στέφανον ἐβουλεύσαντο ἐκ Μιτυλήνης ἀγαγεῖν καὶ τῇ βασιλείᾳ ἐγκαθιδοῦσαι Ἃλλ´ ὑπὸ τινων συνωμοτῶν μηνυθέντων τῶν βουλευμάτων ὀ μὲν ρεοφάνης ἐξωρίσθη σὺν τοῖς αὐτοῦ συνεργοῖς, οἱ δὲ τοῦ Στεφάνου ἀντιποιούμενοι τυφθέντες καὶ δημευθέντες, καὶ τὰς ῥῖνας τμηθέντες ἐξωρίσθησαν Οὐ διέλιπον δὲ καὶ οἱ Τοῦρκοι εἰσβολὰς εἰς τὴν Ῥωμαίων ποιούμενοι καὶ ταύτην δῃοῦντες, μέχρις οὖ Βουλοσουδὴς ὁ τούτων ἀρχηγὸς τὴν τῶν Χριστιανῶν πίστιν ἀσπάζεσθαι ὑποκριθεῖς κατειλήφει τὴν Εωνσταντίνου· καὶ βαπτισθεῖς ὑπὸ τοῦ βασιλέως ἀναδέχεται Κωνσταντίνου, τῇ τῶν πατρικίων ἀξίᾳ τιμηθεὶς καὶ πλείστων χρημάτων ὑπάρίας κύριος, εἶτ´ αὖθις οἴκαδε ὑποστρέψας. Μετ´ οὐ πολὺ δὲ καὶ Γυλᾶς, ἄρχων ὢν καὶ αὐτὸς τῶν Τούρκων, εἴσεισιν εἰς τὴν βασιλίδα καὶ βαπτίζεται, τῶν ἴσων ἀξιωθεὶς καὶ αὐτὸς εὐεργεσιῶν καὶ τιμῶν. Ἀνελάβετο δὲ μεθ´. ἐαυτοῦ καί τινα μοναχὸν Ἰερόθεον τοῦνομα, δόξαν εὐ λαβείας ἐχοντα, ἐπίσκοπον Τουρκίας παρὰ τοῦ Θεοφυλάπτου χειροτονηθέντα, ὃς ἐκεῖσε γενύμενος πολλοὺς ἀπὸ τῆς βαρβαρικῆς πλάνης εἰς τὸν Χριστιανισμὸν ἐπανήγαγεν. Ἀλλʹ ὁ μὲν Γυλᾶς ἐνέμεινε τῇ πίστει, μήτ´ αὐτὸς ἔφοδόν ποτε κατὰ Ῥωκκίων πεποιηκὼς, μήτε τοὺς ἀλισκομένους Χριστιανοὺς ἀτημελήτους ἐῶν, ἀλλ´ ἐξωνούμενος καὶ κπιμελείας ἀξιῶν καὶ ἐλευθερῶν. Βουλοσουδὴς δὲ τὰς πρὸς Θεὸν συνθήκας ἡθετηκώς πολλάκις σὺν παντὶ τῷ ἔθνει κατὰ Ῥωμαίων ἐξήλασε. Τὸ δ´ αὐτὸ τοῦτο καὶ κατὰ Φράγγων ποιῆσαι διανοηθεὶς καὶ ἁλοὺς ἁνεσκολοπίσθη ὃπὸ Ἰωάννου τοῦ βασιλέως αὐτῶν. Καὶ ἡ τοῦ ποτε κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρχοντος τῶν Ῥὼς γαμετὴ. Ἔλγα τοῦνομα, τοῦ ἀνδρὸς αὐτῆς ἀποθανόντος παρεγάνετο ἀν Κωνσταντινουπόλει.