Ancient Greek
2.39
Georgius Cedrenus, Compendium Historiarum 2.39
Unproofread scanNot analysed yet
Καὶ βαπτισθεῖσα καὶ προαίρεσιν εἶλικρινοῦς ἐνδειξαμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προαιρέσεως ἐπ´ οἴκου ἀνέδραμε. ΤΡ. θΘ) Τῆς δὲ τῷ Ῥωμανῷ νυμφευθείσης κόρης τῆς Οὕγωνος παιδὸς ἀποθανούσης, ὡς εἴπομεν, παρθένου, νυμφεύεται αὐτῷ ὁ βασιλεὺς καὶ πατὴρ ἑτέραν γυναῖκα, οὖ τινα τῶν ἐπιφανῶν, ἀλλ´ ἐκ χυδαίων φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασίαν καλουμένην, Θεοφανὼ δ´ ὑπ´ ἑκείνου μετονομαΧΗεΤσαν. Τοῦ ἀμηρᾶ δὲ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων ποιησαμένου, ἐν τῃ κώμῃ δὲ τῇ Ἡρακλέος λαὸν πεπομφότος εἶς προνομὴν, πρεσβύτερός τις Θέμελ ὀνομαζόμενος τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν των Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν καὶ ὡς εἶχε στολῆς ἐξελθὼν, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος, τῆς ἐκΣλὴσίας ἐν τούτῳ τοὺς ἐπιόντας ἡμύνετο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκανοὺς, τοὺς δὲ λοιποὺς ἐτρέψατο εἰς φυγήν. Ἀποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας. ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσεόῥύη καὶ τὸν Χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγίζοντα ταύτη ἐδψου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. Ὅσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν εμιτόν. Ἡδη δὲ, ὡς εἶπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν δ τι καὶ λόγου ἀξιον ἀπειργάσατο· ὁπότε μὲν γὰρ ὑφ´ ἑτέρους ἐτάτ· τετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γώμης ἐξήρτητο, ὀλίγα ἡ οὐδὲν ὥνησε τὴν Ῥωμαίων ἀργήν. Νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. Ὅθεν καί ποτε τοῖς τοῦ Χαβδαν ἀπροσδοκήτως περιπεσών, πάντων, ὡς φασι, καταλελοιπότω. αὐτὸν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. Ἐτρώθη δὲ κατὰ τὸ μέτωπόν γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἀδρὰν τὴν οὐλῆν περιφέρειν. Νικηφόρος δὲ καὶ Λεων οἱ τούτου υἱεῖς, ἐφύπερθεν ὑοτες παντὸς αἰσχροῦ λήμματος καὶ τοὺς ὑπκόους