Ancient Greek
2.75
Georgius Cedrenus, Compendium Historiarum 2.75
Unproofread scanNot analysed yet
ἔκειτο πεσὼν, ὁ δ´ Ἀνεμᾶς ἀσινὴς ἐπανῆκεν εἰς τὸ στρατοπεδον. Ὥρθη ἐπὶ τῷ ἔργῳ φωνὴ παμμιγὴς, τῶν μὲν Ῥωμαίων ἀλαλαξάντων ἐπὶ τῇ νίκῃ, τῶν δὲ Σκυθῶν ἀσήμως ὀλολυξάντων καὶ τῆς ἑαυτῶν πενδόντων ἐνστάσεως. Ἐπιβρισάντων δὲ τῶν Ῥωμαίων εἰς φυγὴν ἔγκεκλίκασι, καὶ ἀκλεῶς εἰς τὴν πόλιν ἐσώζοντο. Ἔπεσον δὲ πολλοὶ κατὰ τήνδε τὴν ἡμέραν, ὑπ´ ἀλλήλων τε συμπατούμενοι διὰ τὴν στενοχωρίαν καὶ ὑπὸ Ῥωμαίων σφαττόμενοι τῷ καταλαμβάνεσθαι. Μικροῦ δ´ ἄν ἑάλω καὶ ὁ Σφενδοσολάξʹσῶ. α μὴ νὸς ἐτινομένῃ τοῦτον ἐξδύσατο. Ο δὲ τὸν κίνδυνον διαδράντες, ἐντὸς τοῦ ποριβόλοο γενόμενοι, κωκυτὸν ἐπὶ τῷ τοῦ Ἰκμορος θανάτῳ μέγαν ἐκόψαντο. Τοὺς δὲ πεσόντας τῶν βαρβάρων, σκολεύοντες οἱ Ῥωμαῖοι εὖρον καὶ γυναῖκας ἐν τοῖς ἀνηρημένοις κειμένας ἀνδρικῶς ἓσταλμένας καὶ μετὰ τῶν ἀνδρῶν πρὸς Ῥωμαίους ἀγωνισαμένας. Ἐπεὶ δὲ τοῖς βαρβάροις κακῶς ἐφέρετο τὰ τοῦ πολέμου καὶ ξυμμαχίας ἧν ἐλπὶς οὐδαμοῦ τε γὰρ ὁμόφυλοι ἧσαν μακρὰν, καὶ τὰ ὅμορα Βάρβαρα τῶν ἀρνῶν δείσαντα τοὺς Ῥωμαίους ἀπείπαντο τὴν βοήδειαν· ἐπελελοίπει δ´ αὐτοὺς καὶ τὰ ἐπιπήδεια, καὶ οὐδαμόθεν εἰσκομίσασθαι δυνατὸν ἧν, τοῦ Ῥωμαϊκοῦ στόλου τὰς ὄχθας ἀκριβῶς τηροῦντος τοῦ ποταμοῦἀπέῤῥει δὲ καὶ τοῖς Ῥωμαίοις ἑκάστης ἡμέρας ὠς, ἔκ τινος ἀφθόνου πηγῆς πάντα τὰ ἀγαθὰ, καὶ ἱππικαὶ καὶ πεζικαὶ δυνάμεις διὰ παντὸς προσετίθεντο· καὶ οὐδὲ τοῖς κελητίοις ἑαυτῶν ἐμβάντας ἀποδρᾶναι ἦν δυνατὸν, τῶν διεξόδων, ὡς εἴπομεν, ἀκριβῶς φυλαττομένων), συμβουλὴν συστησάμενοι οἶ μὲν νυκτὸς συνεβούλευον κλέψαι τὴν ἀναχώρησιν, ἄλλοι δὲ δεξιὰς καὶ πίστεις παρὰ Ῥωμαίων αἰτήσασθαι οἷα μὴ ἀλλως δυνατῆς οὖσης τὴς ὑποχωρήσεως, καὶ οὕτω. πρὸς τὰ οἰκεῖα ἀπᾶραι. Καὶ ἄλλων ὥς πη ἑκάστῳ ὁ καιρὸς ἐδίδου συμβουλευσάντων. πάντων δὲ καθάπαξ καταθέσθαι τὸν πόλεμον ἐπιθυμούντων, ὁ Σφενδοσυλάβος παφῄνει μᾶλλον ἔτι ἅπαξ πολεμῆσαι Ῥω μαίοις, καὶ ἡ καλῶς ἄγωνισαμένους ἐπικρατεῖς τῶν ἐναντίων γενέσθαι, ἢ ἡττηθέννας αἰσχίστης ζωῆς καὶ ἀπονειδίστου εὐκλεᾶ καὶ μακάριον προτιμήσασθαι θάνατον· ἀβίωτον γὰρ ἔσται αὐτοῖς δρασμῷ τὴν σωτηρίαν πορισαμέίοις, εἴπερ μέλλοιεν εὐκαταρφρόνητοι ἔσεσθαι τοῖς γειτονοῦσιν ἔθνεσιν, ἃ τὸ προσθεν αὐτοὺς ἐδεδίεσαν σφοδρῶς. Β. Θ] Ἡρεσεν ἡ τοῦ Σφενδοσθλάβου βουλὴ, καὶ κατέθεντο πάντες τὸν ὑπὲρ ψυχῆς ἔσχατον ἀναδέχεσθαι κίνδυνον ταῖς ὅλαις δυνόμεσι, Τῇ γοῦν ἐπιούσῃ ἐξελθόντες τοῦ ἄστε· πανδημεὶ, καὶ τὰς πύλας ἀποκλείσαντες, ὡς μή τινι δυνατὸν εἴη τραπόντι διασώζεσθαι πρὸς τὴν πόλιν συμβάλλουσι τοῖς Ῥωμαίοις. Ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ τῶν βαρβάρων εὑψύχως ἀγωνιζομένων, τῷ ἡλίῳ καυσούμενοι οἱ Ῥωμαῖοι καὶ δίψει πο νούμενοι ὡς πανοπλῆταιν γὰρ καὶ σταθηρὰ μεσημβρίαρξαντο ἐνδιδόναι. Ὅπερ αἰσθόμενος ὁ βασιλεὺς διὰ ταχέων μετὰ τῶν περὶ αὐτὸν ἐβοήθει, καὶ αὐτὸς μὲν τὴν ἀκμὴν ὑπεδέξατο τοῦ πολέμου, τῷ δὲ πεπονηκότι στρατεύματι ὑπὸ ἡλίου καὶ δίψης ἀσκοὺς οῖνου καὶ ὕδατος πλήρεις προσέταξε κομίζειν. ΟΤς χρησάμενοι καὶ τὴν δίψαν καὶ τὸν τοῦ ἡλίου καύσωνα ἀποκοουσάμενοι καὶ ἑαυτοὺς ἀναλαβόντες μετὰ σφοδρότητος καὶ ῥύμης τοῖς Σκύθαις ἐπέῤῥαξαν. Ἐκει. νων δὶ γενναίως ὑποδεξαμένων ἦν ἡ μάχηθσοπαλὴς,