Ancient Greek
2.76
Georgius Cedrenus, Compendium Historiarum 2.76
Unproofread scanNot analysed yet
μέχρις ἄν ὁ βασιλεὺς τὴν στενοχωρίαν φρασάμενος τοῦ τόπου, καὶ ἐκ τούτου κατανοκσας τοῖς Σκύβαις ἐπιγίνεσθαι τὴν καρτερίαν τῷ τοὺς Ῥωμαίους ἐστενοχωρῆσθαι καὶ μὴ οἵους εἶναι ἔργα πρέποντα τῆς ἐαιντῶν ἀλκῆς ἐπιδείκνυσθαι, ἐπέσκηψε τοῖς στρατηγοῖς εἴκειν εἰς τοὐπίσω πρὸς τὸ πεδίον, καὶ τῆς πόλεως πόῤῥω ἀφίστασθαι δόκησιν φευγόντων παρέχοντας μὴ μέντοι γε προτροπάδην, ἀλλ´ ἡμέρα καὶ κατ´ ὁλίγον εἶκοντας, κἀπειδὰν ἄποθεν τῆς πόλεως διώκοντας ἐκκαλέσωνται, αἰφνίδιον παρενεγκόντας τα ς χαλινοὺς ἐπιστρέφειν τοὺς ἵππους καὶ τούτοις συμπλέκεσθαι. Καὶ οἱ μὲν ἐποίουν τὸ κελευσθὲν, οἱ δὲ Ῥὼς τὴν εἰς τοὐπίσω ὑποχώρησιν τῶν Ῥωμαίων φυγὴν οἶηθέντες, ἀλλήλους παρακαλεσάμενοι εἶπον-ο σὺν ἀλαλαγμῷ. Ὀς δὲ κατὰ τὸν ὡρισμένον ἐγένοντο τόπον οἱ Ῥωμαῖοι, ἐπιστραφέντες προσρήγνυνται τούτοις κενναίως, Ἐνταῦθα μάγης ἰσχυρᾶς γενομένης συνέβη στρατηγὸν Θεόδωρον τὸν ἐκ Μισοείας τοῦ τππου αὐτοῦ λογχευθέντος πεσεῖν κατὰ γῆς. Περὶ τοῦτον ἄμιλλα ἐγένετο καρτερὰ, τῶν μὲν Ῥὼς ἀν. λσθαι, τῶν δὲ Ῥωμαίων ὄπως μὴ ἀφαιρεθείη φιλρτιμουμένων, Οὖτος γὰρ ὁ οιόδωρος τοῦ ἵππου πεσών ἕνα τινὰ τῶν Σκυθων τῆς ζώνης δραξάμενος καὶ τῇδε κἀκεῖσε τῷ χειρὸς σθένει κινῶν ὡς τι μικρὸν ἀσπιδίσκιον κοῦφον, τὰς κατὰ´ αὐτοῦ πεμπομένας αἰχμὰς ἀπεκρούετο, καὶ κατὰ μικρὸν πρὸς τοὺς κὶ τὸν ἄνδρα τοῦ κινδύνου ἐῥῥύσαντο. Καὶ τὰ στρατεύματα διελύθησαν τελείως, μηδαμῶς ἔτι κρίσιν τοῦ πολέμου λαβόντος. Ὁ βασιλεὺς δὲ ὐψυχότερον νῦν μᾶλλον ἢ πρότερον ὁρῶν ἀγωνιζομένους τοὺς Σκύθας, καὶ τὴν τοῦ χρόνου τριβήν βαρούμενος, οἶκτείρων δὲ καὶ τοὺς Ῥωμαίους ταλαιπωρουμένους καὶ τῷ πολέμῳ κακῶς πάσχοντας, μονομαχίᾳ ψήθη κρῖναι τὰ πράγματα. Καὶ δὴ ἐιαπρεσβεύεται πρὸς τὸν Σφενδοσολάβον, προκαλούμενος αὐτὸν εἰς μονομαχίαν, δέον εἶναι λέγων ἐνὸς ἀνδρὸς θανάτῳ κριθῆναι τὸ [Ρ. ἔργον ἡ κατασφάττεσθαι καὶ κατὰ μικρὸν δαπανᾶσθαι τὰ ἕθνη, καὶ τὸν νικήσαντα κύριον εἶναι τῶν ὅλων. Οὗ τος δὲ τὴν πρόκλησιν μὲν οὐκ ἐδέξατο, λόγους δι ἐπαφῆκεν ὑπεροπτικοὺς, ὡς τὰ κατὰ´ αὖτὸν ἄμεινον αότος τοῦ ἐχθροῦ σκοπήσει· αὐτὸς δὲ εἶ μὴ ζῆν ἀγει σχολὴν, εἰσὶ μυρίαι ἄλλαι θανάτου ὁδοί· τούτων οποίαν αἱρεῖται ἐλέσοω. Ταῦτα φρυσξάμενος τῆς πολεμικῆς εἴχετο παρασκευῆς προθυμότερον. Ὁ δὲ βασιλεὺς τὸν ἐκ προκλήσεως ἀπογνοὺς ἀγῶνα, πᾶσι τρόποις ἐμηχανάτο τὴν εἰς τὴν πόλιν ἀποκλεῖσαι ετσοδον τοῖς βαρβάροις, καὶ πρὸς τὸ ἔργον ἐκπέμπει Βάρδαν μάγιστρον τὸν Σκληρὸν μετὰ τῶν ταγμάτων ἁν αὐτὸς ἐστρατήγει· τὸν δὲ πατρίκιον Ῥωμανὸν